Letter 666: What an injury you have done me, dear Menander — and right after delighting me!

LibaniusMenandros|c. 377 AD|Libanius
friendshiptravel mobility

Μενάνδρῳ. (361)

Οἱόν με ἠδίκηκας, ὦ καλὲ Μένανδρε, καὶ ταῦτα μικρὸν
ἔμπροσθεν εὐφράνας· φερόμενος ἐφ’ ἵππου καλοῦ τε καὶ
μεγάλου καὶ ὑγροσκελοῦς δόξαν μέν μοι παρέης, ὡς ἐπὶ
θεραπείᾳ τὸ σῶμα κινήσας ὑποστρέψεις αὐτίκα, σὺ δὲ ἄρα
ἔκδημον ὁδὸν ἐποιοῦ καὶ οὐκέτ’ ἐτόλμησας τῷ τῶι διαλυο-
μένων ἀσπάσασθαι νόμῳ, ἀλλὰ τῷ τῶν μενόντων χρησάμενος
ἤλαυνες.

ὡς δ’ Λόον ἐγὼ ζεῦγος ὀρικὸν ἑπόμενον σπουδῇ,
πρὸς τὸ ἑταῖρον, ὅς μοι παρῆν, ἆρ’ ἔφην τοῦτο Μενάν-
δρου; καὶ ὃς ἤρετο παῖδα τῶν παραθεόντων κἀκεῖνος κατα-
μήνυσεν. εἶθ᾿ οὕτως ἔγνων ἠδικημένος ὑπὸ τοῦ καλοῦ Με
ἄνδρου.

καλὸν δὲ δὶς ἤδη κέκληκα τὸν Μένανδρον, ὅπως
φαίνηται μειζόνως ἠδικηκώς, εἰ καλὸς ὢν ἔπειτα τοιαῦτα
λυπεῖ. ἀλλ᾿ ἐλθεῖν μὲν οἴκαδε ὡς ἐμὲ καὶ διὰ κλίμακος
ἀναβῆναι τραχείας οὐκ ὤκνησας, δυοῖν δὲ ῥημάτων ἐφθόνη-
σας ἀνδρὶ φίλῳ. ποῦ ταῦτα τῆς σῆς ψυχῆς;

Related Letters