Letter 668: You cannot avoid helping the Galatians, whom you once governed, wherever they turn, and I am bound by many reasons...

LibaniusAnatolios|c. 377 AD|Libanius
travel mobility

Ἀνατολίῳ. (361)

Οὔτε σοὶ μὴ βοηθεῖν ἔνι πανταχοῦ Γαλάταις, ὧν ἦρξας,
ἐμοί τε ἀνάγκη πολλῶν εἵνεκα αὐτοῖς συμπράττειν ὅ τι ἂν
δύνωμαι. Ἀέτιον δὲ πρὸς τῷ κοινῷ δικαιώματι φιλῶ μὲν αὐτὸς
διὰ τοὺς τρόπους, φιλοίης δ’ ἂν καὶ αὐτὸς ἐκ τῶν αὐτῶν

εἰκότως. οἶδε μὲν γὰρ οὐδὲν ὑπὲρ κέρδους ἐνοχλῆσαι, πάντα
δ’ ἂν ὑπὲρ καλῶν ὑπομείναι πόνον.

ἔγνω ταῦτα Ἀνατόλιος
καλῶς, ὃς πολλὰ μὲν αὐτὸν ἐθαύμασεν, ἀμείψασθαι δὲ οὐκ
ἴσχεν. ὁ δὲ καὶ οὕτως ἐπαινεῖ τὸν ἄνδρα. καίτοι πρὸς τῷ μὴ
τυχεῖν ἐλπίδος κὰν τοῖς αὑτοῦ μικροῖς οὖσιν ἐζημίωται κἂν
κομίσηται, ποιεῖται μέγα.

μὴ τοίνυν αὐτὸν περιίδῃς τρί-
βοντα χρόνους, ἀλλ’ ὅπως μήτε καταφρονηθήσεται καὶ ταχέως
ἀπαλλάξεται σκόπει.

Related Letters