Letter 673: You did well to quench a great deal of nonsense with a few words—of which I was already laughing before your letter...

LibaniusBassianos (2)|c. 378 AD|Libanius
humor

Βασσιαωῷ. (361)

Καλῶς ἐποίησας ὀλίγοις γράμμασι πολλὴν φλυαρίαν
σβέσας, ἧς ἐγὼ μὲ. καὶ πρὸ τῆς ἐπιστολῆς κατεγέλων, ὡς δὲ
ἧκεν ἐκείνη, πάντες. χαίρω δὲ ὅτι δῆλος εἶ χαίρων βασι-
λεύοντος τοῦ βασιλεύειν εἰδότος. ἐν γὰρ τῷ φάναι τὸ σκῆπτρον
αὐτῷ δεδόσθαι παρὰ τοῦ παιδὸς τοῦ Κρόνου τὴν τοῦ λαβόν-
τος ἀρετὴν μηνύεις.

ἐπιμελοῦ δὴ σαυτοῦ καὶ ὅπως ἔσται
περὶ σοῦ λόγος βελτίων καὶ νύκτα καὶ ἡμέραν σκόπει.

Related Letters