Letter 675: The boys have arrived.

LibaniusPhilagrios|c. 378 AD|Libanius
friendship

Φιλαγρίῳ. (361)

Ηκον οἱ παῖδες, εἰ μέν τι κερδάναντες ἀπὸ τῆς οἴκοι δια-
τριβῆς, οὐκ οἶδα· εἰσὶ δ’ οὖν νῦν ἐν τῷ μανθάνειν, ὁ μὲν
πρεσβύτερος προθυμίᾳ χρώμενος, περὶ δὲ θατέρου ταῦτά ποτ
ἴσως ἐπιστελοῦμεν· ὡς ἔγωγε οὐ παύομαι τοῦ πατρὸς αὐτοὺς
ἀναμιμνήσκων νομίζων καλλίστην παράκλησιν, εἰ πολλάκις
ἀκούοιεν, οὗ παῖδές εἰσίν.

Related Letters