Letter 683: Marcianus, on whose behalf I write, is my fellow citizen, an old friend, no stranger to letters, and he has a son...

LibaniusKurillos|c. 379 AD|Libanius
education books

Κυρίλλῳ. (361/62)

Μαρκιανὸς, οὗ κηδόμενος ἐπιστέλλω, καὶ πολίτης ἐμὸς
καὶ φίλος ἐκ παλαιοῦ καὶ λόγων οὐκ ἄπειρος, καὶ παῖς αὐτῷ
παρ’ ἡμῖν ἐπιθυμητὴς λόγων.

οὗτος ὁ Μαρκιανὸς ὅτι μέν
σοι καὶ διὰ τῶν πραγμάτων φανεῖται χρηστός, πάνυ πιστεύω·
μετεχέτω δέ τινος καὶ διὰ τὴν πρὸς ἡμᾶς οἰκειότητα τιμῆς,
ἴνα τοῦ μὲν τοῖς αὑτοῦ τρόποις, τοῦ δὲ τοῖς παρ’ ἐμοῦ γράμ-
μασιν ἔχῃ χάριν.

Related Letters