Letter 684: As if I didn't notice you wanted to undermine the praise sung by everyone about me and Olympius — that we think...

LibaniusPoluchronios|c. 379 AD|Libanius
property economics

Πολυχρονίῳ. (361/62)

ὤ με ἔλαθες ἐλέγξαι βουληθεὶς τὸν ἔπαινον, ὃς κατ’
ἐμοῦ τε καὶ Ὀλυμπίου παρὰ πάντων ᾄδεται. λέγεται γὰρ ὡς
ταὐτὰ μὲν φρονοῦμεν, ταὐτὰ δὲ φθεγγόμεθα, σώμασι δὲ κεχω-
ρίσμεθα μόνον.

σὺ τοίνυν ζηλοτυπήσας μάλα ἀφελῶς, ἴνα
μὴ κακούργως εἴπω, διορύττεις ἐπιστέλλων τὸ ἐγκώμιον, εἰ

περὶ μὲν ἡμῶν μηδεὶς μὴ γένηται δέδοικεν, σὺ ὡς γεγενη-
μένου γράφεις

ἀλλὰ τοῦτο μὶν οὐ μέγα τεθήρευκας, ἐγὼ
δέ σε πεφώρακα καθάπερ παισὶ διαλιγόμινον ἡμὶν. οὐδαμοῦ
γὰρ δοὺς θαρρῆσαι περὶ τοῦ μέλλοντος κύκλῳ βαδίζεις ἐπι-
κρεμάσας ἡμῖν τὸν Ταντάλου πέτρον.

ἱν οὖν μὴ ὦμεν
Τάνταλοι, τὴν κεφαλὴν ἀπάλλαξον τοῦ λίθου ἢ ἤδη λαβὼν ἢ
μηδὲ λήψεσθαι φήσας ὡς ἐμοὶ τὸ μὲν ἀποδοῦναι κοῦφον —
εἰδότι δ’ ἂν λέγοιμι —, βρόχου δὲ ἄξιον, εἰ ἐν τοῖς ἡρπακόσι
τὰ τῶν πόλεων ἀριθμοίμην

Related Letters