Letter 687: What I would have done for Socrates, had I lived in Socrates' time, when the beasts were upon him — three sycophants...

LibaniusMaximos|c. 379 AD|Libanius
barbarian invasion

Μαξίμῳ. (362)

Ἃ ἐποίουν ἂν περὶ Σωκράτην, εἰ κατὰ Σωκράτην ἐγι-
γόνειν, ὅτε αὐτῷ τὰ θηρία ἐπέκειτο, συκοφάνται τρεῖς, ταῦτ’
ᾤμην δεῖν καὶ νῦν ποιεῖν περὶ τὸν τὰ Σωκράτους ἐζηλωκότα.

ἔπραττον δ’ ἂν ταῦτά τε κἀκεῖνα ἂν ἐποίουν οὐχ ὑπὲρ τῶν
ἐν ταῖς αἰτίαις δεδοικὼς μὴ δεινόν τι πάθωσιν, — οὐδὲν γὰρ
εἴ φιλοσόφοις ἐκλυθῆναι σώματος, μέγιστον μὲν οὖν
ἀγαθόν — ἀλλ’ εἰδὼς ὅτι πάμμεγα κέρδος ἀνθρώποις ἀνὴρ

φιλοσοφῶν καὶ οὐ πολὺ τοῦτ’ ἔλαττον τοῦ τοὺς θεοὺς ἀναμε-
μίχθαι τοῖς ἀνθρώποις καὶ συμβουλεύειν καὶ συμπράττειν,
οἷα τῶν ποιητῶν λεγόντων ἀκούομεν.

διὰ δὴ ταῦτα μισῶ
μὲν τοὺς περὶ Ἄνυτον· ὑπὲρ δὲ σοῦ τοὺς θεοὺς ἐκάλουν,
τουτὶ γὰρ ἡ παρ’ ἐμοῦ συμμαχία, καὶ οὐκ ἦρχόν γε χάριτος
ἐκείναις ταῖς φροντίσιν, ἀλλ’ ἠμειβόμην.

οἶμαι δὲ καὶ πάν-
τας ὀφείλειν σοι χάριν κοινὸς γὰρ εὐεργέτης σὺ γῆς τε καὶ
θαλάττης, ὁπόση μὴ βάρβαρος, θρέψας ἡμῖν καὶ δημιουργήσας
βασιλέα πάντα ἄκρον ὥσθ’ οἱ πρὶν τοὺς τεθνεῶτας μακαρί-
ζοντες νῦν βούλοιντ’ ἂν εἰς τὸ Ἀργανθωνίου γῆρας ἐλθεῖν
ἐκείνῳ πρότερον τοῦτο συνευχόμενοι τὸ γῆρας.

ᾧ δοκεῖς
μοι νῦν παρεῖναι σὺ τερπόμενος, οὐ πονῶν· οὐ γὰρ ἔχεις, ὅ
τι ἐπανορθώσεις τῶν πραττομένων, ἀλλ’ ἐφ’ ἑκάστῳ χαίρεις
μετὰ πάσης ἀρετῆς γιγνομένῳ. λέγων δὲ ἥξειν παρ’ ἡμᾶς καὶ
ὑπισχνούμενος μετέωρον ἡμῖν πεποίηκας τὴν πόλιν ἐνθυμου-
μένοις, οἷον ἂν εἴη τὸ θέαμα Φοῖνιξ ἑπόμενος Ἀχιλλεῖ

ἔοικα δὲ οὐκ ὀρθῶς εἰκάσαι. ποῦ γὰρ ἴσον πρὸς ταύτην
τὴν συζυγίαν ἐκείνη; ἀλλ’ ἐγὼ μὲν εἰκόνα πρέπουσαν ζητήσω
κατὰ σχολήν, ὑμεῖς δὲ ἀφίκοισθε καὶ φανείητε ποθοῦσιν·
ἐπεὶ καὶ ὁ πρόδρομος πολλοῦ γεγένηται ταῖς πόλεσιν ἄξιος,
ὁ καλὸς Πυθόδωρος.

τὴν γάρ τοι περὶ τοὺς θεοὺς θερα-

πείαν εἰς ἀκμὴν ἤγαγε πάντα βωμὸν αἵματι ῥάνας καὶ δείξας
ὅτι δεῖ θαρρούντως θύειν. οἱ δὲ εἵποντο πηδῶντες οἱ τέως
ὀκνοῦντες.

ἐκεῖνος μὲν οὖν χωρείτω πανταχοῦ ποιήσων
ταὐτόν· ἐμοὶ δὲ ἦν μὲν διὰ πολλῶν ἀντεπιστεῖλαι, κρεῖττον
δὲ ἔδοξε πέμψαι δι’ ἀνδρὸς ἐοικότος τῷ κομίσαντι τἀκεῖθεν,
ὅπως σε ταύτῃ γε μιμοίμην.

οἶμαι δὲ οὐκ ἀδικεῖν εἰς φι-
λοσόφων χορὸν Φουρτουνατιανὸν ἐγγράφων. κωλύσει γὰρ ἴσως
οὐ οὔτε ἡ χλαμὺς οὔτε ὁ κείρων.

Related Letters