Letter 689: Right from the starting line you showed yourself worthy of our hopes.

LibaniusKelsos|c. 379 AD|Libanius
barbarian invasion

Κέλσῳ. (362)

Εὖθύς ἀπὸ γραμμῆς ἡμῖν ἄξιος τῶν ἐλπίδων ἐφάνης
ἴνα μὲν ἄνδρα τὴν βουλὴν εὑρὼν Ἀλεξανδρείας καὶ τοῦτον,
ὡς ἀκούω, χωλόν, εἰς πεντεκαίδεκα δὲ τὸν ἀριθμὸν ἐκτείνας
ἐν ἡμέραις δύο βίᾳ μὲν οὐδεμιᾷ, προσδοκίαις δὲ λαμπραῖς.

δείξας γὰρ ὡς οὐκ ἔσονται Μυσῶν λεία τοῖς ἁρπάζουσιν
οἱ βουλευταί, τοὺς μὲν ἐκ τῶν ὀρῶν κατήγαγες, τοὺς δὲ ὑπὸ
κλίνας κρυπτομένους ἔπεισας ὡς ἐπὶ κέρδος τὸ λειτουργεῖν
ἐκπηδᾶν.

καὶ ταῦτα ἠγγέλλετο μὲν ὑπὸ τῶν ἑταίρων, οἱ
παρῆσαν, ὅτε ἐπράττετο, τοὺς ἀκροωμένους δὲ ἡδομένους
εἶχον, καὶ οὐδεὶς ἠπίστει· τὰ γὰρ δὴ καλά τε καὶ μεγάλα συμ-
βαίνειν ἐδόκει τῇ σῇ φύσει.

ἐγὼ δέ σε πολλὰ παρακεκληκὼς
ἐπὶ τὴν ἀκρίβειαν καὶ τὸ δεῖν πάσας ἀνελόντα χάριτας χεῖρα

ὀρέγειν ταῖς πόλεσιν ἔοικα τὸ τοῦ Περικλέους πεπονθέναι
τῷ τε ἐμαυτοῦ περιπεπτωκέναι νόμῳ. τί δ’ ἦν ὃ ἐκεῖνος ἔπαθε;

γράψας Ἀθηναίοις νόμον τὸν οὐκ ὄντα ἀμφοτέρωθεν Ἀθη-
ναῖον τῶν τοῖς ἀστοῖς ὑπαρχόντων εἴργεσθαι τεθνεώτων αὐτῷ
Ξανθίππου καὶ Παράλου τὸν ἐκ τῆς Ἀσπασίας υἱὸν ἐδεῖτο
τῶν πολιτῶν πολίτην ἐγγράφειν τὰ αὑτοῦ κινῶν, οἱ δὲ ἐχα-
ρίσαντο.

κἀγὼ τοίνυν τὸν ἐμαυτοῦ παραβαίνων νόμον βου-
λοίμην ἂν τὸν Σελεύκου τινὸς τυγχάνειν ἔξω τῶν ἐμῶν τε
καὶ σῶν δογμάτων. Σέλευκον δὲ ἀκούσας οὐκ ἂν Ἀλεξάνδρας
ἀμνημονεῖν δύναιο, ταύτης δὲ μνησθεὶς οὐκ ἂν ἀντιτείνειν
δύναιο. δεῖ γάρ, ὥσπερ τοὺς θεοὺς πρὸ ταύτης ἄγομεν, οὕτω
ταύτην πρὸ τῶν ἄλλων ἀνθρώπων.

οἷς οὖν αὐτὸς ἄρχων
ἐχρώμην ἄν, τούτοις σὲ δεῖ φανῆναι χρώμενον ἐννοοῦντα
σχῆμά τε τὸ τῆς γυναικὸς καὶ γνώμης μέτρον καὶ τὴν ἄλλην
ἀρετὴν καὶ ὡς ἐδοκοῦμεν ἐξ ἱεροῦ τινος ἀπιέναι παρ’ αὐτῆς
καταβαίνοντες.

τῷ μὲν οὖν Περικλεῖ τὴν χάριν ἐκείνην
ἀντὶ Εὐβοίας ἔδοσαν Ἀθηναῖοι καὶ Σάμου, ἐγὼ δὲ νήσους
μὲν ᾑρημένας εἰπεῖν οὐκ ἔχω, τὸ δὲ μέγιστον τῶν ὑπὸ τὸν
ἥλιον Ἀλεξάνδραν εἶδες Σελεύκου μὲν ἐπιτρέποντος, ἐμοῦ δὲ
εἰσάγοντος.

Related Letters