Letter 697: Oh, how many times you must have shaken your head and said to yourself in some solitary moment or in the dead of...

LibaniusHyperechius, former student and landowner|c. 380 AD|Libanius
education books

Ὑπερεχίῳ. (362)

Ἰοῦ, ἰού, ποσάκις τὴν κεφαλὴν ἐκίνησας καὶ πρὸς σαυτὸν
εἶπες ἐπ᾿ ἐρημίας ἢ νυκτός· ἠμέλημαι, καταπεφρόνημαι,
μεταβέβληται τὰ πάντα. καὶ τούτου σοι πίστις ἤ τὸ
πλῆθος μὲν εἶναι τῶν δι’ ὑμῶν ἐπὶ Θρᾴκης δραμόντων,
ἐλθεῖν δὲ σοὶ μήτε μικρὰν μήτε μείζω παρ’ ἡμῶν ἐπιστολὴν.

ἐμὲ δὲ πολλοὶ μὲν ᾔτησάν, ἔδωκα δὲ οὐδενί· δι’ δέ,

φράσω. πάντας ᾔδειν ἐθελήσοντας παρὰ σοὶ καταλύειν καὶ
τρυφᾶν · σὺ δ’ οὐ δεχόμενος μὲν ἐδόκεις ἂν ἀδικεῖν· εἰ δὲ
καθήμενος ἐξένιζες πλείους τῶν φύλλων, ὀχληρὸν ἂν ἦν, οὐχ
οὕτω κατὰ τὴν δαπάνην, ἀλλ’ ὅτι τὰ τῶν ἀγρῶν ἐχρῆν ὁλι-
γωρεῖσθαι.

καὶ ἅμα τοὺς ἀνθρώπους ᾔδειν ἐσθίοντας μὶν
ἡδέως, μεμνῆσθαι δὲ ξενίας οὐκ εἰδότας, ἀλλ’ ἡγουμένους
ἀνδρεῖον, ἂν εἴπωσι κακῶς τοὺς ὑποδεξαμένοις.

οὔκουν
ἀποστήσας σου τὴν ἐμαυτοῦ ψυχὴν ἐσίγων, ἀλλ’ ὅπως μηδενός
σοι γενοίμην μήτ’ ἀηδοῦς αἴτιος μήτε κακοῦ, μέλλειν ἠξίουν.

ἐπεὶ δ’ οὖν ἐλαβόμην Μικκάλου, τοῦτο δέ ἐστιν ἐμαυτοῦ,
γράφω λύων τε τὴν αἰτίαν καὶ ἀναμιμνήσκων σε τῶν πα-
λαιῶν μαντευμάτων, ἐν οἶς προὔλεγον ὡς ἥξοι χρόνος ἀπαι-
τῶν λόγους καὶ λύων ζώνας.

σοὶ δ’ ἐκείνων τε μὴ διαμαρ-
τεῖν ὑπῆρξε κἀν τοῖς παροῦσιν ἔστι τις χώρα, βουλοίμην δ’
ἂν εἰδέναι, τίς σοι γνώμη καὶ τί σαυτῷ χρήσασθαι διανοῇ.

Related Letters