Letter 700: An affliction has taken up residence in my head.

LibaniusSaturninus, friend; and Parthenius|c. 380 AD|Libanius
illness

Σατορνίνῳ. (362)

Ἐν τῇ κεφαλῇ μοι κατοικεῖ πάθος ποιεῖ τὸ μὶν ζῆν
βαρύ, τὴν δὲ τελευτὴν ἐν εὐχαῖς. τοῦτο τὰ μὲν τῶν ἰατρῶν
ἐξήλεγξε φάρμακα, μόνῳ δ’ ἂν εἴξοι τῷ θεῷ.

κατὰ τοῦτο
δὴ τὸν ἀδελφὸν ἀπεσταλμένον πρόσαγε τῷ ἀγάλματι καὶ τὰ
ἄλλα συμπροθυμοῦ.

Παρθενίῳ. (362)

Εἰ μὲν ἦν κινεῖσθαι κύριος, αὐτὸς ἂν ὑμῖν ἧκον εἰς τὴν
μεγάλην πόλιν, δίδωσι γὰρ αὐτὴν οὕτω καλεῖν ὁ θεός· ἐπεὶ
δὲ ἀνάγκαις, ἃς οἶσθα, κατείλημμαι, μένω μέν, πιστεύω δὲ
τεύξεσθαι μαντείας σπένδοντός τε ὑπὲρ ἡμῶν ἀδελφοῦ καὶ
σοῦ συνευχομένου.

Related Letters