Letter 704: The governor took part in your festival in the same way I did -- he missed nothing I had heard.
Βακχίῳ. (362)
Ὅνπερ ἐγὼ τρόπον, τοῦτον ὁ ἄρχων μετέσχε τῆς πὰρ
ὑμῖν ἑορτῆς· οὐδὲν γὰρ ἠγνόησεν ὧν ᾔδειν ἐγώ. ἀλλὰ καὶ
περὶ τῶν ὅπλων καὶ τῶν τεθυμένων καὶ τῆς ἄλλης δαπάνης
καὶ τῆς διὰ πάντων ἀκούων λαμπρότητος οὕτως ἥσθη τε καὶ
συνήσθη τῷ τε ἱερεῖ καὶ τῇ πόλει, ὥστε ἔφησε τῶν πεπραγμέ-
νων πρὸς αὐτὸν μεμνήσεσθαι τὸν βασιλέα.
μάλιστα δὲ αὐτὸν
εὔφρανεν, ὅτι εἷς ὢν ἤρκεσας εἰς τὴν τοῦ ἀγάλματος κλοπήν.
Διομήδει δὲ ἄρα καὶ Ὀδυσσέως ἔδει. καί σε ἐπεγείρει δι’ ἐμοῦ
καὶ πρὸς τὸ τὸν νεὼν ὁμοῦν πάλαι μὲν πᾶσι κηρύξας κομί-
ζεσθαι τὰ αὑτῶν, ἕτοιμος δὲ ὢν ὅ τι ἂν μηνύσῃς ἠδικημένον
τὸν τόπον, καὶ βοήσεσθαι καὶ βοηθήσειν.
Related Letters
Those who saw the honors you lavished on Artemis are the luckier ones.
I believe both things: that you copied them out, and that you consider my trifles a treasure.
You are in possession of my work and free to return it slowly -- or keep it, if you wish.
Your daughter's birthday was approaching, and the gifts you'd sent arrived at just the right moment.
The boys have arrived.