Letter 705: When the good Menander arrived from your region and wanted to tell me everything that had happened from sky to...

LibaniusLeontius, rhetorician|c. 381 AD|Libanius
travel mobility

Λεοντίῳ. (362)

Μένανδρον τὸν χρηστὸν ἥκοντα παρ’ ὑμῶν καὶ βουλό-
μενον λέγειν, ὅσα ἐξ ἀέρος εἰς τὴν γῆν ἐπράχθη, πρὸς τὸν
περὶ σοῦ μετέστησα λόγον καὶ ἡδόμεθα ἀμφότεροι· καλὰ γὰρ
ἦν τὰ λεγόμενα καὶ μάλα ἄξια τοῦ γένους καὶ τῆς παιδείας

καὶ τῶν ἐλπίδων.

οὔκουν ἐπ’ ἀμείνω σε παπακαλεῖν ἔχοιμ᾿
ἄν, ἀλλ’, ἂν μείνῃς ὅμοιος, ἀρκέσει δεῖ δέ σε τῇ περὶ τὰ
πρῶτα ἀρετῇ διὰ πολλῶν ἀφικέσθαι τῶν ἀρχῶν, ἐν δὲ ταῖς
πολλαῖς ἴσως καὶ ἡμεῖς ἐσόμεθα.

Related Letters