Letter 707: There is nothing surprising about falling in love with Attica.
Τῷ αὐτῶ. (362)
Οὐδὲν θαυμαστὸν εἴ τις ἠράσθη τῆς Ἀττικῆς· φύσει
γὰρ φίλτατον τὸ χωρίον τοῖς τε ἰδοῦσι τοῖς τε οὔπω. κοὶ
νομίζουσιν οἱ πατέρες ἢ λόγους αὑτοῖς ἐκεῖθεν τοὺς υἱεῖς
κομιεῖν ἡ δόξαν γε τοῦ λόγους ἔχειν.
Ἀκάκιον δέ, διότι
μὲν αἰδοῦμαι, κἂν πέμψαντα τὸν υἱὸν ἐπῄνουν· διότι δὲ φιλῶ.
βουλοίμην ἂν μὴ πέμψαι τὸν παῖδα. τῶν γὰρ αὐτόθι δι-
δασκάλων οἱ μὲν διὰ γῆρας δέοιντ’ ἂν τοῦ καθεύδειν μαλακῶς
ἐπὶ πλησμονῇ, τοῖς δ’ ἴσως δεῖ διδασκάλων, οἳ τοῦτο πρατὸν
αὐτοὺς παιδεύσουσι λόγοις κρίνεσθαι καὶ μὴ ὅπλοις.
νῦν
δ’ ἡμῖν στρατιώτας ἀντὶ ῥητόρων ἐκκροτοῦσι, καὶ πολλοὺς
εἶδον οὐλὰς ἐνηνοχότας ἀπὸ τῶν ἐν Λυκείῳ τραυμάτων. ὧν
ἴσως μὲν οὐκ ἂν ἐγένετο Τιτιανός, ἔστι δὲ οὐδὲ συμφοιτητὴν
τῶν τὰ τοιαῦτα λογιζομένων δόξαι καλόν.
ἀμφοτέροις οὖν
ἴσθι βεβοηθηκώς, καὶ ἐμοὶ καὶ ἐκείνοις· ἐμοὶ μὲν οὐκ ἐάσας
ἄλλον τοῖς ἐμοῖς κοσμηθῆναι πόνοις· ἐκείνοις δὲ τῷ μὴ πολὺν
αὐτοῖς ἀναλωθῆναι χρόνον ἴσως ὑπὲρ μικρῶν· οὕτω γὰρ εἰπεῖν
βέλτιον.
πρόσθες δὴ τῷ τὴν ὁδὸν ἐκείνην κωλύσαι τὸ τὴν
ὡς ἡμᾶς ἐπεῖξαι. ἐρχέσθω δέ, εἰ μὲν βούλεται, προσληψό-
μενος λόγων· εἰ δὲ ἐθέλει, χρησόμενος οἷς ἔχει. πάντως ὅ γε
ἄρχων πάσῃ δέξεται τὸν νεανίσκον εὐνοίᾳ. σωφρονούντων
δέ, οἶμαι, καρποῦσθαι καιρόν.
τούτων μὲν οὖν οὐκ ἀμελή-
σεις, τὸν δὲ Ἀλέξανδρον ἡμῖν ἀπάλλαττε δεσμοῦ δευτέρου·
πρὶν γὰρ ἀναπνεῦσαι πιέζεται καὶ κῦμα τὸ μὲν διαπέφευγε,
τῷ δὲ παλαίει. τὸ γάρτοι προεισφέρειν τὸν τηλικοῦτον οὐ
πολὺ κουφότερον τῆς περὶ τὸ κοινὸν βαλανεῖον δαπάνης.
ποιοῦ δὴ τὴν βοήθειαν διὰ πάντων καὶ μηδὲν τῶν ἐκεῖθεν
ταραττέτω τὸν νέον.
Related Letters
Your office gave you the advantage of meeting the admirable Fortunatianus before I did.
Back when we were enjoying that blessed life in Nicomedia -- rich not in wealth but in leisure for our studies --...
You know this Diogenes as one of our citizens.
The god has raised our hierophant [the chief priest of a mystery cult] from his bed.
The law requires of doctors only one public service: the practice of their art.