Letter 708: Your office gave you the advantage of meeting the admirable Fortunatianus before I did.

LibaniusCelsus, governor of Cilicia|c. 381 AD|Libanius
education booksfriendshiphumorimperial politics

Τῷ αὐτῷ. (362)

Ἔδωκεν ἡ ἀρχή σοι πλεονεκτῆσαι ἡμῶν καὶ προεντυχεῖν
τῷ καλῷ Φουρτουνατιανῷ. ἡμῶν γὰρ ἴτ’ ἐν μαντείαις ὅντων
καὶ ἄλλην ἄλλου λέγοντος ἡμέραν, εἰς ἣν αὐτὸν εἰκὸς φα-
νεῖσθαι, σὺ τὸν ἄνδρα εἶχές τε καὶ εἱστίας, ἀνθειστία δὲ σὲ
κἀκεῖνος, ὡς εἰκός, οἷς εἶχε, καλλίονι θοίνῃ, τοῖς πιρὶ τοῦ
βασιλέως λόγοις, ἐν οἷς ἦν ὅτι καὶ σὲ φιλεῖ καὶ ἡμῶν οὐκ
ἀμνημονεῖ.

κατηγορούμενος δὲ ἐπὶ τῷ μὴ γράψαι καὶ παρὰ
τούτῳ καὶ ἔτι πρότερον παρὰ τοῖς πρέσβεσιν, οἶσθα γὰρ ἃ
πρὸς ἑκατέρους εἶπεν, οὔπω δύναμαι καταγνῶναι τῆς ἐμαυτοῦ
σιωπῆς οὐδ’ ὡς ἦν μοι κάλλιον ἐπεσταλκότα εἶναι πεισθῆναι
τῆς γὰρ νῦν οὔσης αἰτίας ἡ τότ’ ἂν γενομένη χαλεπωτέρα τ’
ἂν ἦν καὶ οὐκ ἐῶσα τὸν φεύγοντα ἀντιβλέπειν τῷ διώκοντι.

πρότερον μὲν οὖν τὸ τῆς βασιλείας μέγεθος ὀκνεῖν ἐποίει
γράφειν· νῦν δὲ δὴ καὶ τὸ κάλλος τῶν βασιλέως ἐπιστολῶν
διπλοῦν ποιεῖ τὸν φόβον. καὶ γὰρ εἰ τὰ ἄλλα παρ’ ἡμῖν, ἀλλ’
οὐ τό γε φῶς ὅσον ἐν τοῖς ἐκείνου μάλιστα γὰρ ὧν ἴσμεν
ἰσχὺν ἁνὴρ συνεκέρασε σαφηνείᾳ.

Related Letters