Letter 713: This man Menecrates came from home to study with me full-time, but a host of illnesses made his time with me brief.

LibaniusAmmonius, official|c. 381 AD|Libanius
education books

Ἀμμωνίῳ. (362)

Μενεκράτης οὗτος ἦλθε μὲν οἴκοθεν ὡς μετασχήσων
μου συνεχῶς, νοσημάτων δὲ πλῆθος ὀλίγην ἐποίησεν αὐτῷ
τὴν συνουσίαν. οὐ μὴν τήν γε παρ’ ἡμῶν εὔνοιαν εἰς αὐτὸν
τοῦτο ἤμβλυνεν, ἀλλ’ ὅ τι ἂν ἔξω τῶν λόγων ἐξῇ βοηθεῖ
ἕτοιμον ἐμαυτὸν παρέχω. μέγιστον δὲ ὧν δοίην ἂν ὃ νυνὶ
ποιῶ· ταυτὶ γὰρ αὐτῷ τὰ γράμματα πολλῶν ἀγαθῶν ἀρχὴ
τὴν σὴν προξενοῦντα ῥοπήν.

ὡς οὖν ἐπιθυμήσαντα μὲν
ῥητορικῆς, κωλυθέντα δὲ ὅσον ἄξιον λαβεῖν ἄνεχε ταῖς παρὰ
σαυτοῦ βοηθείαις.

Related Letters