Letter 722: You did not grieve me by being silent toward me, because the reputation you were winning elsewhere was enough to...
Ἀλβανίῳ. (362)
Οὐκ ἐλύπεις με πρός με σιγῶν· ἐκ γὰρ ὧν ἐν ἄλλοις λέγων
εὐδοκίμεις εὔφραινες. ἄγγελοι δὲ τούτου πολλοὶ μέν, οὐδεὶς δὲ
οἷος ὁ περὶ μὲν χεῖρα ἀτυχήσας πολίτης ἡμέτερος, τὴν δ᾿ ὑμετέ-
ραν οὐ χείρω τῆς οἰκείας εὑρών. οἷα γὰρ ἐν μακρᾷ καθέδρᾳ καὶ
προσέτι δεινὸς ὢν ἐξετάσαι πολιτευομένου δύναμιν ὡς ἂν ἐν
τοῖς αὐτοῖς ζῶν πάντα μὲν συνέλεξε, πάντα δὲ ἐμήνυσεν.
οὐδὲν δὲ ἦν ἐφ’ ᾧ μὴ πάνυ χαίρειν παρῆν· τήν τε γὰρ
οὐσίαν ὑμῖν ἔφασκεν ἐπιδεδωκέναι, καὶ τὸ ἔτι κάλλιον, ἐκ
δικαίων ἀφορμῶν, τῶν τε ἐκ τοῦ λέγειν εὐδοκιμούντων εἶναι
καὶ σὲ καὶ τὸν ἀδελφὸν βλέπειν τε εἰς ὑμᾶς τὴν πόλιν μετὰ
τὸν ὑμέτερον θεῖον ἔν τε ταῖς ἐλπίσιν εἶναί τι λαμπρότερον.
ἀλλὰ καὶ ὡς ᾤχου δίκης καλούσης εἰς Θρᾴκην καὶ ὡς
ἀπήλλαττες κατὰ νοῦν, καἰ ἄλλα πολλὰ καὶ κόλα διηγεῖτό
μοι καὶ οὐδὲ παύσεταί γε διηγούμενος· οὐ γὰρ ἐάσω, ἀλλ᾿
ὅταν πάντα διεξέλθῃ, πάλιν αὐτὸν ἐπανάξω πρὸς ταὐτά
γλυκεῖα γὰρ ἡ διήγησις κοὶ γὰρ ἐννοεῖν μοι δίδωσιν ὡς
οὐ μέμφῃ τὸν πατέρα πέμψαντά σε οἷπερ ἐξέπεμψε. τούτου
δὲ καὶ ἑτέρα μοι πίστις· οὐ γὰρ ἂν φίλων παισίν, ὑφ᾿ ὧν
ἡγοῦ βεβλάφθαι προὐξένεις.
ἀναγινώσκων δὴ τὴν ἐπιστο-
λὴν ἑώρων μὶν ὡς οὐ μόνον τὰ κοινὰ πράττεις, ἀλλὰ καὶ
τῶν βιβλίων ἔχῃ· πλέον ἴε ἡδόμην, ὅτι κοὶ προσέθηκας τοῖς
πατρῴοις ἀγροῖς.
Related Letters
Now you have truly repaid me -- not in gold and silver, the kind of payment most people bring and most people enjoy,...
Even if you cannot have all that you desire, you have at least half of it.
I am no prophet, but I can foresee certain things by reasoning.
I'm perfectly willing to write, but I'd rather save the news for my dear son Sibidius to relay in person at his leisure.
In this his second letter to Paulinus of Nola Jerome dissuades him from making a pilgrimage to the Holy Places, and describes Jerusalem not as it ought to be but as it is. He then gives his friend counsels for his life similar to those which he has previously addressed to Nepotian, praises Paulinus for his Panegyric (now no longer extant) on the...