Letter 724: The first favors were enough for me -- when you saved Maximus's household and honored his son with no small...

LibaniusAcacius, friend|c. 382 AD|Libanius
friendship

Ἀκακίῳ. (362)

Ἐμοὶ μὲν ἤρκει καὶ τὰ πρῶτα, δι’ ὧν τόν τι οἶκον διε-
φύλαξας Μαξίμῳ καὶ τὸν υἱὸν αὐτοῦ τιμῶν οὐ μικρῶν ἠξk-
σας· σὺ δὲ κατὰ τοὺς ἀγαθοὺς τῶν δρομέων ἀμείνων εἶ
προϊών.

ὑπὲρ ὧν ἔγραψαν μὲν ἐκεῖνοι, μεμήνυκε δὲ Φι-
λοκλῆς τήν τε ὅλην σου πρόνοιαν εἰς αὐτοὺς ἀπαγγέλλων κοὶ
ὡς κοινωνήσειε τῷ νεανίσκῳ παρὰ σοὶ τραπέζης. πυκνὸν δἰ
ἔφασκε τοῦτ’ εἶναι, φράσαι δὲ ἐκεῖνον πρὸς αὐτόν.

ἐγὼ δὲ
ἀκούων τὰ δεῖπνα καὶ μετὰ τὴν τιμὴν καὶ πρὸ τῆς τιμῆς
ἐνενόουν ὡς βελτίων τὴν διάνοιαν ὑπὸ τῆς <σῆς>

Ὑπερέχιος ἐγίνετο. ῥεῖ γὰρ ἐκ τῶν σῶν φρενῶν ἐπὶ τοὺς ὁμι-
λοῦντας σύνεσις ὥσπερ ἀπὸ τῶν χασμωμένων ἐπὶ τοὺς ὁρῶν-
τας ὕπνος.

κινδυνεύω δὲ οἷς χαίρω γιγνομένοις, διὰ ταῦτα
φοβεῖσθαι. ταῖς μὲν γὰρ εὐεργεσίαις ταύταις οὐκ ἔστιν ἃς ἂν
ἄλλας παραβάλλοιμι, καίτοι πολλοὶ καιροὶ πολλούς μοι πε-
ποιήκασιν εὐεργέτας.

ἀλλ’ ἴως μὲν ἑώρων, ὡς τάχ’ ἄν σε
ἀμειψαίμην, καθαρῶς ἡδόμην· ἐπεὶ δὲ πλείω καὶ μείζω δίδως
ἢ ὥστε με ἀντεισενεγκεῖν ἔχειν, ἤδη τι συνεισέρχεται καὶ δέους,
εἰ δεήσει με χρήστην ὄντα περινοστεῖν ἀδυνατοῦντα τὸ χρέος
ἐκτῖσαι.

τὸ δὲ πάντων ἀτοπώτατον, οὐδὲ γὰρ λυθῆναι τοῦ-
τον ἑλοίμην ἄν μοι τὸν φόβον, ἀλλὰ τὸν αὐτὸν καὶ δέδοικα
καὶ μείζω γίγνεσθαι βούλομαι. βουλοίμην γὰρ ἂν εὖ πάσχειν
τοὺς ἐμοὶ φιλτάτους.

ἀλλ᾿, εὗρον γὰρ ἐν τοῖς ἀπόροις
παραμυθίαν τινά, πρᾷός ἐστιν Ἀκάκιος καὶ χρηστός, κἂν μὲν
ἀπολάβῃ, εἰ δὲ μή, τὸν ὀφείλοντά γε οὐκ ἐλέγξει βοῶν ἃ
δέδωκεν, ἀποχρήσει δὲ αὐτῷ τὸ μὴ πονηρῷ δεδωκέναι χάριν.

Related Letters