Letter 728: No sooner had the emperor released you than he encountered me.

LibaniusCelsus, governor of Cilicia|c. 383 AD|Libanius
humorimperial politics

Κέλσῳ. (362)

Οὐκ ἴφθη σε ἀφεὶς ὁ βασιλεὺς καὶ συνέμιξεν ἐμοὶ καὶ
μικροῦ μὲν σιγῇ παρέδραμεν ἠλλοιωμένου μοι τοῦ προσώπου

καὶ χρόνῳ καὶ νόσῳ, φράσαντος δὲ τοῦ θείου τι κοὶ ὁμωνύ-
μου πρὸς αὐτόν, εἴην, κίνησίν τι ἐκινήθη θαυμαστὴν ἐπὶ
τοῦ ἵππου καὶ τῆς δεξιᾶς λαβόμενος οὐ μεθίει σκώμμασί τι
χαριεστάτοις καὶ ῥόδωι ἡδίοσιν ἔπαττέ με κοὶ αὐτὸν οὐκ
ἀπεχόμενον τοῦ σκώπτειν. ὁ δὲ ἀμφοτέροις ἦν θαυμαστός,
οἷς τε ἔλεγεν οἷς τε ἠνείχετο.

μικρὰ δὲ αὑτὸν ἀναπαύσας
καὶ τὴν πόλιν ἁμίλλαις ἵππων εὐφράνας ἐκέλευέ με λέγειν.
καὶ εἶπον παρακληθείς, οὐκ ἐνοχλήσας, ὁ δὲ ἐτέρπετο βεβαιῶν
μοι τὸ προοίμιον· ἔφην γὰρ αὐτὸν ἐν προοιμίῳ πάντα τἀμὰ
καλὰ νομιεῖν ὑπὸ τοῦ ἐρᾶν. καὶ οὕτως ἐξέβν.

σὺ δὲ καὶ
αὐτὸς μὲν εἶ τῶν εἰπόντων καὶ ψήφου τετυχηκότων ἐγγύθεν
σοι τῶν θεῶν ἀπὸ τοῦ βωμοῦ βοηθούντων καὶ παρεχόντων
πρὸς τὸ θάλπος ἀνδρείαν τοσοῦτον δὲ ἀπέσχες πέμψαι μοι
τὸν λόγον, ὥστ’ οὐδ’ ὅτι εἴρηκας ἔγραψας, ἀλλὰ πρὸς μὶν
Ὀλύμπιον εἰρωνευόμενος ἔφης ἐμέσαι, πρὸς δὲ ἡμᾶς οὐδὲ
τοῦτο.

Related Letters