Letter 735: This man Pandorus is from Cilicia -- dead last in wealth, but first in desire for learning.

LibaniusCelsus, governor of Cilicia|c. 384 AD|Libanius
education booksproperty economics

Τῷ αὐτῷ. (362)

Πάνδωρος οὑτοσὶ Κιλίκων ἐστὶν εἰς μὲν χρημάτων λόγον
ἔσχατος, εἰς δὲ λόγων ἐπιθυμίαν πρῶτος. οἶδε γὰρ ὀρθῶς

ὅτι τοῖς ἐκείνων ἀποροῦσι τούσδε κτητέον, οἳ κἀκεῖνα δῦναν
τᾶι φέρειν.

δεινὸς δὲ ὢν ῥητορικῆς θηρατὴς οὐκ ἐσχίσθη
τὴν διάνοιαν εἰς ὁδοὺς μυρίας, ἀλλ’ ἀφεὶς ἑτέροις τὰ ποικίλα
ταύτην ἐδίωξεν ἱκανῶς καὶ τὰ μὶν αὐτῆς ἔχει τῶν δέ ἵν
οὐ πόρρω.

νῦν οὖν ἥκει τήν τε πατρίδα ὀψόμενος τὴν
μικρὰν καὶ τῷ πατρὶ συνεσόμενος καὶ σοὶ φανησόμενος διξαὶ
δὴ τὸν νέον εὐμενῶς καὶ μετάδος ὧν τοῖς τηλικούτοις πρέπει·
κἂν ἄρα τι καὶ δεῖξαι τῶν αὑτοῦ βουληθῇ, καὶ ὦτα πάρασχε
καὶ λεῖρα ὄρεξον.

Related Letters