Letter 741: My first letter was an appeal for you to do justice by the son of my teacher.
Λεοντίῳ. (362)
Τὰ μὲν πρῶτα γράμματα παράκλησις ἦν γενέσθαι σε
δίκαιον εἰς τὸν παῖδα τοῦ διδασκάλου, τὰ οἱ νῦν ἔπαινός τι
ὧν ἐποίησας καὶ πάλιν παράκλησις τοῦ τοῖς αὐτοῖς ἐμμένειν.
ὁ γάρ τοι Γαυδέντιος ἦλθεν ὡς ἐμὲ μηνύων τῷ προσώπῳ
τὴν ἡδονήν. ἡσθεὶς οὖν, ὅτι ἦν φαιδρός, ἠρόμην, ὅθεν εἴη
τοιοῦτος· ὁ δὲ μαθητῶν ἔφησεν εἰς ἐμὲ δικαιότατος
Λεόντιος, καὶ διῆλθε τὴν εἰς τὸν παῖδα τιμὴν καὶ ὡς διπλῆ
κερδαίνοι λέγειν τε μελετῶν καὶ λαμβάνων.
ταῦτα εἰπὼν ὁ
γέρων καὶ τὴν χεῖρα ἄρας πρὸς τοὺς θεοὺς εὔξατό σοι παρ’
ἐκείνων τά τε ἄλλα καὶ τὴν ἀρχὴν ὀρθοῦσθαι. ἴν’ οὖν ἐκεῖνος
ἀεὶ ταῦτα αἰτῇ, καὶ σὺ βάλλ’ οὕτως καὶ κτῶ δόξαν τῇ περὶ
πάντα ἀρετῇ.
Related Letters
When the good Menander arrived from your region and wanted to tell me everything that had happened from sky to...
Your new governor is a friend of mine, and I'm confident his governorship will profit your province and bring credit...
I should not be a braggart about my devotion to you -- our mutual obligations spring from a genuine sense of duty...
Has it really pleased our common father [the emperor] to keep you detained longer than I would wish?
Old custom dictates that the person leaving home should send the first letter.