Letter 752: To the Emperor Julian.

LibaniusJulian of Antioch|c. 385 AD|Libanius
imperial politics

Ἰουλιανῷ αὐτοκράτορι. (362)

Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν;
ἀλλὰ σοὶ μὲν ἐν τῷ στόματι λόγων οἰκοῦσι πηγαὶ κρείττους
ἢ δεῖσθαι ἐπιρροῆς· ἡμεῖς δὲ ἢν μὴ καθημέραν ἀρδώμεθα,
λείπεται σιγᾶν.

τὸν λόγον δὲ ζητεῖς μὲν ἔρημον βοηθοῦ
λαβεῖν καὶ διὰ τοῦτό σοι Πρίσκος ὁ καλὸς μέλλει, δέχου δὲ
ὅμως. πάντως ὅ τι ἂν γνῷς, στέρξομεν.

Related Letters