Letter 754: I owe this Sopater a debt from an old kindness.

LibaniusSopatros (letter incipit)|c. 385 AD|Libanius
travel mobility

Παλαιᾶς τινος εὐεργεσίας Σωπάτρῳ τούτῳ χάριν ὀφείλω·
τυχον μὶν γὰρ Ἀθήνηθέν πότι πορευόμενος ἐπὶ Θρᾴκης,
Μου δὲ γενομένου πολλοῦ καταφεύγω Πλαταιᾶσιν εἰς οἴκημα
φαῦλον, εἰς ὃ καὶ αὐτὸς οὗτος ὑπὸ τοῦ αὐτοῦ καταφεύγει.

τὸ μὲν οὖν πρῶτον λόγος ἦν ἡμῖν ὁ σφοδρὸς ὑετὸς καὶ
οἵαν ἐργάσεται τὴν ὁδόν· ἔπειτ’ ἀλλήλους ἡρωτῶμεν, οἶ σπεύ-
δομεν. ὡς δὲ ἐγένετο δῆλον ὅτι πρὸς τὸ αὐτὸ χωρίον, καὶ
προσέθηκα τὸ βαδίζειν ἐπὶ συνουσίᾳ νέων, ὁ μέν, καὶ
γὰρ ἤ τῷ ἄρχοντι φίλος, ἥσθη δύναμιν ἔχων εὖ με ποιεῖν,
ἐγὼ δὲ Ἑρμοῦ δῶρον τὸν ἄνθρωπον ἡγούμην. ἥ τε οὖν ὁδὸς
οὐ χείρων ἡμῖν ἑορτῆς, καὶ ὡς ἥκομεν ἐπὶ τὸν Βόσπορον, ἐμ
βαίου τὰς ὑποσχέσεις.

ἐγὼ δὲ τῆς μὲν χάριτος ἐμεμνήμην,
ἀποδοῦναι δὲ ἐπεθύμουν, καιρὸν δὲ ἐζήτουν, ὁ δὲ εὖ ποιῶν
ἥκει· σοῦ γὰρ ἐφεστηκότος Ἀραβίᾳ γένοιτ’ ἄν τι τῷδε καλὸν
ἐμοῦ δεομένου.

δέομαι δή σου τὸν πρεσβύτην τοῦτον πρῶ-
τὸν ἢ ἡδέως ὁρᾶν, ἔπειτα ἀπόντα ζητεῖν καὶ τρίτον ἰσχυρό-
τερον τῶν βιαζομένων ποιεῖν, ὅπως ἂν ὧν ἔλαβον παρ’ αὐτοῦ
τὸ μέτρο· τοῖς διὰ σοῦ διδομένοις παρέλθω.

Related Letters