Letter 757: What you asked for has been accomplished.

LibaniusDiophantos|c. 386 AD|Libanius
property economics

Διοφάντῳ. (362)

Ἐπράχθη σοι ὧν ἐδέου, καὶ χρῶ τῇ τε γνώμῃ σαυτοῦ
καὶ τοῖς τοῦ πάππου χρήμασιν ἐν τῇ τοῦ πάππου πόλει. ταῦτα

δὲ ἐπράττετο πολλῶν ἁρπαζόντων τὴν διακονίαν κοὶ ζητοῦν-
τος ἑκάστου τὸ ἔργον αὑτοῦ γίνεσθαι. ἐντεῦθεν καὶ αὐτὸς
ἐγενόμην τῶν ὅτι τέλος ἔχει μαθόντων πρίν τι συμβαλέσθαι
μέρος.

ἢν οὖν τις ἐπιγράφῃ με τῳ τροποίῳ, μέμνησο τοῦ
Μαραθῶνι τροπαίου καὶ τῶν μὴ συμμεμαχημένων μὲν Λακε-
δαιμονίων, ἐγγεγραμμένων δέ οὕτω γὰρ ἥκιστα παρακρου-
σθήσῃ.

Related Letters