Letter 765: So it is not only in guardianship of the laws and the splendor of your offices that you follow your family — you...

LibaniusEntorechios|c. 387 AD|Libanius
education booksfriendshiptravel mobility

Ἐντορεχίῳ. (362)

Οὐκ ἄρα τῇ τῶν νόμων φυλακῇ καὶ τῷ κάλλει τῶν ἀρ-
χῶν μόνον ἀκολουθεῖς τῷ γένει, ἀλλ’ ἤδη καὶ τὴν περὶ ἐμὲ
τῶν ἀνδρῶν διεδέξω σπουδήν, μᾶλλον δὲ καὶ παρελήλυθας.

οἱ μέν γε δικαιώμασιν ἀρχαίοις κατειλημμένοι καὶ συμπε-
φοιτηγότες μόλις ὑπὸ πολλῶν ἐκινοῦντο παρακλήσεων, καὶ
κινηθέντες δὲ ἐχαρίζοντο μικρά· σὺ δ’ ἔοικας καὶ τὸ προοί-
μιον τῆς ἀρχῆς ἐμὲ πεποιῆσθαι καθάπερ διὰ πάσης τῆς ὁδοῦ
σαυτὸν τῶν ἐμῶν ἀναμιμνήσκων ῥημάτων.

μεγάλου δὲ ὄν-
τος τοῦ μὴ παραμελῆσαι τῆς τοῦ ἑταίρου μητρὸς μεῖζόν ἐστι
τὸ μηδὲ ἰδεῖν ὀκνῆσαι. τούτου δὲ ὄντος λαμπροτέρου πολὺ
κάλλιον τὸ φιλοτιμεῖσθαι τῷ ἔργῳ· ὡς ἤδη τινὲς δόντες χάριν
αὑτῶν ὅτι ἔδοσαν κατηγόρησαν καὶ ἐμίσησαν ὁμοίως τούς τε
πείσαντας καὶ τοὺς πεπεισμένους.

ἀλλὰ σύ γε δῆλος εἶ
τερπόμενος οἷς ἔπραξας καὶ οὐδὲ παυσόμενος. οὕτω τις ἐκο-
μίζετο διὰ τῶν γραμμάτων τοῦ πεποιηκότος ἡδονὴ. πῶς οὖν
ἔστι τοὺς εὖ παθόντας ἡμᾶς ἢ πρὸς σὲ μὴ γράφειν ἢ πρὸς
ἄλλους περὶ σοῦ σιγᾶν, ὧν τοὺς φίλους ἡδέως ὁρᾷς;

ζητῶν
δὲ ἐμὰς ἐπιστολὰς ὡς έν αὐταῖς μνήμην ἀθάνατον ἔζων μικρὰ

ζητεῖς ὑπὲρ μεγάλων· σοὶ δὲ κατὰ τὸν Ἰφικράτην ἐκεῖνον
ἕστηκε μὲν οὐρανομήκης ἐν Παλαιστίνῃ στήλη καὶ ταῦτα σοῦ
πρὸς ἄλλον ἁρπασθέντος πόνον ἀπὸ βαλβῖδος εὐθύς, ἀλλ᾿
ὅμως ἀπὸ γραμμῆς ἐξέλαμψας ὥσπερ Ἀχιλλεὺς ἅμα τῆς Τροίας
ἁψάμενος· ἑστήξει δὲ πολὺ σεμνοτέρα τῆς δευτέρας ἀρχῆς,
προσθήσω δὲ ὅτι καὶ μακροτέρα, ἐξ ἧς ὁρμώμενος οὐκίτ’
ἔθνους ἑνός, ἀλλ’ ὁμοῦ πολλῶν ἐπιμελήσῃ ῥᾷον ἤ τις ἑνός.

εἴσονται δὲ οἱ ταῦτα ὑμνοῦντες πολλοὶ τῶν ἀκμαζόντων. εἰ
δὲ δὴ καὶ γέροντας ὁ ἀγὼν δέχοιτο, τάχα τις ὄψεται καὶ ἐμὲ
γυμνούμενον, ἄλλως θ’ ὅτε πάλαι μοι τὴν ψῆφον ἔδωκας, καὶ
ταῦτα ὄντων οὓς ταῦτα ποιῶν ἐλύπεις, κοί τινα τρόπον Λα-
κωνικοῦ κειμένου παρ’ Ἀθηναίοις νόμου μηδένα τῶν ἔξωθεν
ἐπαινεῖν. ἀλλ’ ὅμως ᾤου δεῖν ἅπερ ἐφρόνεις λέγειν.

τού
τῶν δὴ τῶν λόγων ἐπαίνους σοι συντιθέντων ἀκούσαις.

Related Letters