Letter 770: I was distressed that I did not see you when you departed.

LibaniusAsklepios|c. 387 AD|Libanius
grief deathtravel mobility

Ἀσκληπιῷ. (362)

Ἠχθόμην, ὅτι σε ἀπαίροντα οὐκ εἶδον σὺ δὲ τοῦτο
καλῶς εἶδες καἰ ὅπως ἂν λυθείη. τὸ γράμμα γοῦν ὡς ἧκεν,
εὐθύς τε ἡδόμην καὶ ᾤμην ἐκεῖνό μοι σεσῶσθαι. ποίει τοί
νυν βελτίους, οὓς μὲν ὁρᾷς, τῇ συνουσίᾳ. τοὺς ἀπόντας δὲ
ἐπιστολαῖς. οὗτος γὰρ δὴ σὸς ἆθλος, ὥσπερ ἐκείνων οἷς
ἔπη.

ἐγὼ δὲ πάλαι μὲν ἀρρωστῶν σοῦ βοηθοῦντος ἀνέ-
στῆν καὶ ἦν μοι τῆς ὑγείας ἥδιον τὸ σοῦ φροντίζοντος ἐκεί-
νης τετυχηκέναι· νῦν δὲ ἐπαινούμενος ὑπὸ τῆς σῆς φωνῆς
πλέον τοῦτο τίθεμαι ἢ εἴ με πάντες ἄνθρωποι πάντωv ἄρι-
στον ἦγον.

ἴν’ οὖν αὐτός τε ἀγαθὸς γίγνωμαι καὶ σὺ περὶ
τοιούτου τοὺς ἐπαίνους ποιῇ, πυκνά τε ἴστω τὰ γράμματα καὶ
παραινέσεις κομίζοντα.

Related Letters