Letter 777: Second attempts are better, they say — or, if you prefer, luckier.

LibaniusDemetrios|c. 388 AD|Libanius
imperial politicsproperty economics

Δημητρίῳ. (362)

Δευτέρων φασὶν ἀμεινόνων ἤ, εἰ βούλει γε, εὐτυχε-
στέρων· ταύτῃ γὰρ κατῆρεν, οἷπερ ἐπέμπετο, καὶ οὐκ Πάφος
ἀντὶ παρθένου. διάγομεν δὲ τὰ μὲν χαίροντες, τὰ δὲ οὐχ
οὕτω διὰ τὴν τῆς ἀγορᾶς πενίαν.

λόγος δὲ ὁ μὶν εἰς τὴν
πανήγυριν ἔτι μέλλει κρύπτεσθαι μὲν ἐθέλων, ἑλκόμενος δὲ
εἰς μέσον παρὰ τοῦ βασιλέως καὶ ἴσως φανεῖται, δεῖ γὰρ
ἐκεῖνον κρατεῖν· ἃ δ’ ἐπὶ τῷ πυρὶ καὶ οἷς ἴδρασεν ἅμα δάλρυ-

σιν ἐφθεγξάμην, ἀπέσταλκά σοι

τέχνης δὲ γέμων καὶ τῶν
τοῖς πρεσβυτέροις πεποιημένων οὐ δήπου καταγνώσῃ τοῦ τὰ
τοιαῦτα θρηνοῦντος.

Related Letters