Letter 779: Look — the elder of Justinianus's two sons is now my relation by marriage.

LibaniusKelsos|c. 388 AD|Libanius
friendshipproperty economics

Κέλσῳ. (362)

Ἴδου καὶ κηδεστής ἐστί μοι τοῖν Ἰουστινιανοῦ παίδοιν
ὁ πρεσβύτερος. ἔστι γάρ μοι καὶ θυγάτηρ ἐπειδήπερ ἐστὶ
Κυνηγίῳ, ὅς τὸν ἀδελφὸν τὸν αὑτοῦ μιμησάμενος οὐ χείρων
εἰς ἐμὲ τῶν ἐμῶν ἀδελφῶν ἀνεφάνη.

ἵν’ οὖν κὰκεῖνος κοὶ
Λητόϊος ἴδωσιν ὡς οὐ ῥᾴθυμον ὄρα φιλοῦσι, τὸν δαὶ σοῦ
τὴν παῖδα ληψόμενον βουλοίμην ἂν εὖ παθεῖν. ἔστι γὰρ τοῖς
νέοις ἐν Κιλικίᾳ καὶ γῆ καὶ τἄλλα ἃ τῶν εὐδαιμόνων ἐστί.
περὶ τούτων καὶ ζήτει καὶ ἐρώτα καὶ μάνθανε καὶ ποίει δῆ-
λον ὡς, εἰ βιάζοιτό τις, οὐκ έπιτρέφεις.

ἀλλὰ τοῦτο μὶν
κοινὸν Κιλικίας καὶ τοῦ τῆς άρχῆς νόμου· προσίστω δὲ τῷ
νόμῳ φροντὶς ἑτέρα συγγενείᾳ πρέπουσα. καὶ ὧν ἂν ἠξίωσας
Μάρκον, εἰ παρ’ ὑμῖν ἐτύγχανε γεωργῶν, τούτοις νῦν χρῶ
περὶ τὰ τῶνδε κτήματα.

Related Letters