Letter 781: To the same. (362/63)
Libanius→To the same person (2)|c. 388 AD|Libanius
education books
Τῷ αὐτῷ. (362/63)
Εὐστόχιον οἶσθά που τὸν ἐκ Παλαιστίνης τὸν νόμων τε
πλήρη καὶ τῇ τῶν λόγων ῥώμῃ βοηθοῦντα τοῖς νόμοις, ὃς
πολλοῦ μὲν ἄξιος Ἀπελλίωνι γεγένηται, πλείονος δὲ Μακεδο-
νίῳ τῷ γέροντι, δραμὼν μὲν ὑπὲρ τοῦδε πρὸς τὴν Μεγάλην
πόλιν, πανταχοῦ δὲ ἐκείνῳ συμπονῶν.
πεπόνηται δὲ αὐτῷ
καὶ ὑπὲρ ἡμῶν πολλά τε καὶ οὐ σμικρά, κἂν κελεύσῃ τι, δεῖ
με εὐθὺς ὑπουργεῖν ἢ κακὸν εἶναι δοκεῖν. νῦν τοίνυν βούλε-
ται Γερόντιον τὴν βουλὴν διαφυγεῖν, εἴ τι φαίνοιτο
φησὶ δὲ αὐτὸν ἐρρῶσθαι πρὸς τὸν ἀγῶνα, καὶ ἐγὼ πείθομαι.
σαυτὸν οὖν παρασχὼν εὔνουν ποίησόν με μὴ πάντα ὁφεί-
λειν Εὐστοχίῳ τῷ καλῷ.
◆

Related Letters
Libanius→To the same person (2)c. 362 · libanius #792
To the same. (~362)
Libanius→To the same person (2)c. 388 · libanius #783
To the same. (362/63)
Libanius→To the same person (2)c. 386 · libanius #755
To the same. (362 AD)
Libanius→To the same person (2)c. 377 · libanius #660
To the same [Italicianus].
Libanius→To the same person (2)c. 376 · libanius #652
You acted, noble friend, using wisdom on behalf of truth.