Letter 783: To the same. (362/63)

LibaniusTo the same person (2)|c. 388 AD|Libanius
imperial politics

Τῷ αὐτῷ. (362/63)

Εἴ σε καλοίην τοῦ καλοῦ Μοδέστου μαθητήν, ιὐδέτερον
ἆν αἰσχύνοιμι· σύ τε γὰρ τῷ κρατίστῳ δόξεις ἀκολουθεῖν ἐκεῖ-
νός τε γενναῖον τὸν μιμησάμενον ἀπειργάσθαι.

ἐμοὶ δὲ καὶ
ταῦτα μὲν ἡδέα, πολλῷ δὲ ἥδιον τὸ τὸν βασιλέα τῇ τῶν αἱρι-
θέντων φύσει κοσμεῖσθαι. καίτοι πολλοὶ μὲν οἱ πειρώμενοι
πείθειν ὡς εἴη δίκης ὁ Μόδεστος ἄξιος· ὁ δὲ τῶν μὲν ἀκού-
σας, εἰς δὲ τὰ πράγματα βλέψας, καὶ νομίζων μὲν πρὶν ἴν
δεῦρο κακόν, εὑρὼν δὲ ἥκων ἀγαθὸν πρὸς ὃν εἶχε χαλεπῶς,
τοῦτον ὕπαρχον ἀποφαίνει βραχὺ φροντίσας τῶν ἀθυμησόν-
των καὶ ἅμα παιδεύων τοὺς αὑτῷ πάλαι συνόντας ἀσκεῖν ἀρε-
τὴν δεικνὺς ὅτι κἂν τούτων τινὰς ἐκβάλοι πονηρευομένους,
εἰ δὲ ἴδοι τὸν τῷ πολεμίῳ διακονοῦντα χρηστὸν ὄντα, καὶ νῦν

εἰς σχῆμα κατέστησεν.

ὁ δὲ Ἀτρέως ἐκεῖνος ὁ μέγας, ὁ τῶν
ἡμιθέων ἡγούμενος καὶ τῆς Ὁμήρου τυχὼν φωνῆς, ἀσθενέ-
στερα λόγου ποιήσας ἔργα τὸν Παλαμήδην ἀπέκτεινεν. ἀλλὰ
νῦν τῆς ἀληθείας τὸ κράτος καὶ μετὰ τοῦ βασιλέως καὶ αὐτὴ
βασιλεύει τὰ μὲν λογισμοῖς τὰ δὲ μαντείαις εὑρισκομένη.

παράπεμπε δὴ τὸν ἄρχοντα χοροὺς ἱστὰς καὶ μακάριζε τὴν
δεξομένην πόλιν. ὁ δὲ πορεύσεται τοὺς σοὺς Γαλάτας μακα-
ρίζων πανταχόθεν σοι μακρᾶς ἐγειρομένης εὐφημίας. Δῖός δὲ
ὄμμα τούτῳ καὶ τὰ λοιπὰ προσθείη καὶ σὲ δι’ ἀρχῶν ἐπὶ τὸν
τοῦδε θρόνον κομίσειεν.

Related Letters