Letter 793: Your boy came to me asking for a letter.
Ἰαμβλίχῳ (362/63)
Ὁ παῖς ᾔτει με γράμματα προσελθών, ἐγὼ δὲ ὤκνησα
μέν, ἔδωκα δέ. ἐποίει δὲ τὸν μὲν ὄκνον, ὅτι σὺ τῶν Ἐρε-
χθειδῶν εἰλημμένος καὶ ἀκροπόλεως ἐκείνης καὶ ἀνδρῶν καὶ
τόπων καὶ θεῶν ἐδόκεις μοι τῶν προτέρων παιδικῶν ὑπὸ τῶν
δευτέρων καταφρονεῖν· δοῦναι δὲ ἔπειθε, μᾶλλον δὲ ἠνάγκαζε
τὸ ἐρᾶν. κωλύει γὰρ οὐδὲν ἐρᾶν τοῦ πρὸς ἕτερον ὡρμηκότος
ἐγὼ δὲ κἂν ὑβριζόμενος ἤλεγξα τὴν παροιμίαν οὐ οὐδ᾿
λύων τὸν ἔρωτα.
δεόμεθα δή σου τὸ σὸν γένος ἀναμεῖναι
τὸν Βοηδρομιῶνα καὶ μετασχεῖν τοῖν θεοῖν, ἀλλὰ κἂν ἄλλη τις
τελετὴ καλῇ, τρέχειν καὶ γίνεσθαι τοῖς δαίμοσι διὰ μυστηρίων
ἑταῖρον, νομίσαι δὲ καὶ τοῦτο ἱερόν, τὸ τὸν πατρῷον οἶκον
ἐπανελθόντα συνέχειν καὶ συνεῖναι μὲν τοῖς ζῶσι τῶν οἰκείων,
τιμᾶν δὲ τοὺς οἰχομένους.
εἰ δὲ δεινὴ κατέχειν ἡ τῆς Παλ-
λάδος γῆ, πάλιν δεόμεθά σου σπεῖραι παῖδας Ἀθήνησι καὶ
τὸ γένος ἡμῖν ἐκτεῖναι. πάντως δὲ ἡ πόλις γέμει τῶν ἀπὸ
Κόδρου, τὸ δὲ αὐτό σοι καὶ υἱεῖς οἴσει καὶ βάσανον φίλων·
οἱ μὲν γὰρ ὄντως ἀγαπῶντες μενοῦσι φιλοῦντες, τοὺς δὲ ἀπο-
πετομένους ὄψει.
ἀλλ’, ὦ γενναῖε καὶ ἐκ τοιούτων, μάλιστα
μὲν τὰ πρότερον ποίει, δίκαιον γάρ· εἰ δὲ θάτερα νενίκηκε,
κἀνταῦθά τι προσέστω τάχους.
Related Letters
Greece is the sweetest sight.
You described the famine and the cold so vividly in your letter that I shivered and felt hungry just reading it.
I received a very short letter from you, though if you wanted to tell me how things stand, you should have written...
I wrote to you recently about the siege of the basilica.
The strength of rulers is friendship with God.