Letter 798: There is nothing strange in students being loved by their teachers, just as there is nothing strange in sons being...

LibaniusApolinarios|c. 390 AD|Libanius
education books

Ἀπολιναρίῳ καὶ Γεμέλλῳ. (363)

Οὐδὲν θαυμαστὸν μαθητὰς ὑπὸ διδασκάλων φιλεῖσθαι
ὥσπερ οὐδ’ υἱεῖς ὑπὸ πατέρων, ἄλλως θ’ ὅταν οἱ μαθηταὶ
μὴ κακοὶ περὶ τὸν παιδεύσαντα γένωνται. γίγνονται γὰρ δὴ
καὶ κακοὶ καὶ γεγένηνταί γε. καὶ τοῦτο μᾶλλον ἑτέρων οἶδα
πολλὰ μὲν περὶ πολλοὺς καμών, πολλὰ δὲ ὑπὸ πολλῶν παθών.

ἀλλ’ ὑμεῖς γε χρηστοὶ καὶ τὸ τῶν πελαργῶν μᾶλλον ἢ τὸ
τῶν κριῶν ἐπαινοῦντες. διόπερ ὑμῖν καὶ συμβούλομαι καὶ
συνεύχομαι τὰ βελτίω. βέλτιστον δὲ ἐν τοῖς παροῦσιν ἃ δια-
νενόησθε πρᾶξαι.

τοῦτο δὲ εἶπον εἰδὼς τὸν ὄκνον πολλά-
κὶς ἐμποδίζοντα τὸ συμφέρον. ὑμῖν δὲ ἥ τε πατρὶς μεγάλη ὅ
τε οἶκος τοιοῦτος. δέος οὖν μὴ τούτοις κατασχεθῆτε τοῖς
φαρμάκοις.

Related Letters