Letter 802: It is obvious that in every city you passed through, you filled them all with talk about me.
Νικοκλεῖ. (363)
Οὐκ ἄδηλον ὅτι δι’ ὅσων ἦλθες πολίων, πάσας ἐνέπλη-
σας τῶν ὑπὲρ ἡμῶν λόγων καὶ γὰρ ἐνταῦθα, ὡς ἤρξω τοῦτο
ποιεῖν, πάντα ὦτα ἐνέπλησας τῶν τε βουλομένων τῶν τε οὐκ
ἐθελόντων, τοῖς μὲν χαριζόμενος, τοὺς δὲ ἀνιῶν ὥστε θαυ-
μάσαιμ’ ἂν εἰ μὴ παραπλήσια καἰ πρὸς τοὺς γεωργοὺς ἐβόας,
ὅσοι μέχρι τῆς λεωφόρου τὰς αὔλακας ἔτεμνον.
ἐμοὶ δὲ
μείζω μὲν ταῦτα τῆς Συρακουσίων δεκάτης, μικρῷ δὲ ἐλάττω
τῶν εἰς τὸν ὑμέτερον νομοθέτην ὑπὸ τοῦ θεοῦ λεχθέντων.
ὃς γὰρ οὔτ᾿ ἂν κολακεύσαις, οὐδὲ γὰρ βασιλέως σύ γε τύχην,
μὴ ὅτι γε σοφιστήν, οὔτ’ ἂν ἀγνοήσαις λόγου κάλλος ἢ αἶσχος,
πῶς οὐκ ἐπαινῶν τόν γε ἐπαινούμενον μέγαν ποιεῖς καὶ λαμ-
πρὸν ἐν Ἑλλήνων χοροῖς;
ἡμεῖς δὲ σὲ ἐπαινοῦντες ν
οὐ παυόμεθα, ποιοῦμεν δὲ παραπλήσιον ὥσπερ ἂν εἴ τις πυ-
ροὺς χρησάμενος ἀποδοίη κριθὰς αὐτῷ τῷ μέτρῳ τὸ μὶν γὰρ
μέτρον οὗτος ἐτήρησεν, ἀπέδωκε δὲ οὐκ εἰς ἅπαν.
οὐδὲ
γὰρ ἐκεῖνος, οὗ νῦν ἐμνήσθην, ὁ Λακωνικὸς τιμηθεὶς ὑπὸ
τοῦ χρησμοῦ εἰ τὸν Πύθιον αὐτὸς ἀντεκόσμησεν ἔπεσιν, ἴσον
ἂν ἦν, οὐδ’ εἰ πάνυ πολλὰ ἦν τὰ ἔπη.
ἐνταῦθα μὲν οὖν
λειπόμεθα, φιλοῦντες δὲ ἡ νικῶμεν ἢ πάντως γε οὐ νικώμεθα.
πρὸς τοσοῦτον δὲ ἥκω τοῦ θαρρεῖν σοι καὶ οἴεσθαι παντὸς ἂν
τυχεῖν, ὥστε καὶ τῶν ἡμετέρων φίλων τοὺς ἐκεῖσε ἰόντας καὶ
δεομένους φίλων ἐπὶ τὰς δὰς πέμπω θύρας ὡς σοῦ γνώμην
μὲν τὴν ἐμὴν εἰς αὐτοὺς μιμησομένου, ῥώμῃ δὲ μείζονι χρη-
σομένου.
δι’ οὗ δὲ ταύτην λαμβάνεις τὴν ἐπιστολήν, μὴ
ἴνα νόμιζε τῶν πολλῶν, ἀλλ’ υἱέος μοι διαφέρειν οὐδέν. αἰ·
τίον δὲ <ἡ> ἐπιείκεια καὶ τὸ αἰδεῖσθαί τε καὶ δόξης
καὶ λαβεῖν ἐπαινέτας τοὺς γέροντας, ὧν καὶ πρῶτον καὶ μάλι-
στα τὸν θεῖον τὸν ἐμόν, ὃν εἰδὼς εἰδείης ἂν καὶ τοῦτον· οὐ
γὰρ ἂν ἐκεῖνος τὸν οὐκ ἀγαθὸν ἐθαύμασε.
μέλει δὲ καὶ
Μοδέστῳ τοῦ νεανίσκου τὸ μὲν πρῶτον ὑπ’ ἐμοῦ παρακλη-
θέντι, μετὰ δὲ τὴν πεῖραν ὑφ’ ἑαυτοῦ. ὄψει δὲ αὐτὸν τὰ πα-
τρὸς εἰς Ὑπερέχιον τουτονὶ σπουδάζοντα, ἀλλ’ οὐδὲν οἷον εἰς
προστασίαν ὁ δαιμόνιος Νικοκλῆς· οὕτω γὰρ κἀκεῖνος αὐτὸν
ἐπαινέσεται σπουδάζων, εἰ ὅτι καὶ σοὶ χαριεῖται γνοίη. 8, μα-
θέτω τοίνυν οὗτος ἀκούσας διαρρήδην ἐκ τοῦ σοῦ στόματος
ὡς προσιὼν οὐκ ἐνοχλήσει, μᾶλλον δὲ ὡς, εἰ δι᾿ ἄλλου τῶν
αὑτοῦ τι θήσεται, σύ γε ἠδίκησαι καἰ λήνη παρὰ τοῦδε δίκην
Related Letters
I am not recommending Theodorus to you — you raised him yourself, and I need not ask you to love him, since you have...
A poet, a companion of the Muses — to whom else was I going to send him but to a friend of the Muses?
I've been writing frequently these past days, but no amount of letters can satisfy the heart of someone who truly cares.
The man who ought to have delivered your letter to me will instead deliver mine to you — for you and I do not share...
I had planned to pass through Fundi [modern Fondi] if I'd learned you had gone to Formiae [modern Formia].