Letter 806: "I ask for Arcadia — a great thing I ask.

LibaniusMaximos|c. 391 AD|Libanius
friendship

Μαξίμῳ. (363)

Ἀρκαδίην δε αἰτῶ, μέγα αἰτῶ. τὸ δὲ ἀκροτελεύτιον
μεταθεὶς ἐρῶ ὅτι δώσεις πολλὰ γὰρ δὴ καὶ ἕτερα δέδωκας
μείζω τῆς Ἀρκαδίας, ἡνίκα Ἀρμενίων τόσους καὶ τόσους ἀγο-
μένους ὑπὸ ζυγὸν χρόνον οὐκ ὀλίγον ἀφῆκας ἐλευθέρους.

καὶ νῦν τοίνυν ὅπως οὑτοσὶ Λεόντιος μὴ λάβῃ πεῖραν
ζυγοῦ, σπουδαστέον τε ἐμοὶ καὶ σοὶ συμβυλευτέον. γέγονε δέ
μοι πάλαι συνήθης ὁ Λεόντιος οὗτος καὶ θαυμαστὸν οὐδὲν
εἶναί τινα Γαλατῶν ἐμοὶ φίλον.

οὔτ᾿ οὖν μὴ προθυμεῖσθαι
βοηθεῖν εἶχε καλῶς κἂν μὴ τύχω δεηθείς δόξαν οἴσομαι κου-
φότητος, εἰ καὶ τοιούτων ἤλπισα τεύξεσθαι παρὰ σοῦ μήπω
τηλικοῦτος ὤν.

ἵν’ οὖν τὸ μέγεθος τῆς ἡμετέρας γνῶσι
φιλίας καὶ ὧν ἄρχεις καὶ παρ’ οἷς οἰκεῖς, τήρησον ἡμῖν τὸν

ἄνθρωπον ἐφ’ οὗπερ νῦν ἐστι σχήματος. τοῦτο δὲ ποιῶν οὐ
τῶν αὑτῆς στερήσεις τὴν ὑπὸ σοὶ στρατείαν, ἀλλὰ κωλύσεις
ἀδικοῦσαν προσλαβεῖν.

ἐγὼ δὲ αὐτὴν γίγνεσθαι μὲν ὑπὸ
σοῦ μεγάλην βουλοίμην ἄν, ὁρῶ δὲ ὅτι πᾶν, ὃ μὴ δίκαιον,
οὔτε καλὸν οὔτε μόνιμον. ἀκούω δὲ τοὺς ἕλκοντας αὐτὸν
εἰς ἐκεῖνον τὸν πόνον οὐδὲν ἔχειν εἰπεῖν, δι’ ὃ δεῖ τοῦτο
ποιεῖν, ἢ ὅτι βούλονται. ἀλλὰ σύ γε αὐτοὺς δίδασκε
μὴ πάντων ἅπτεσθαι, καὶ μὴ πείθων ἀνάγκαζε.

γένοιτο
δ’ ἂν ἀπαλλαγὴ τῷ Λεοντίῳ βεβαίως, εἰ λέγοντος ἀκούσας
γνοίης αὐτὸν μηδαμόθεν τοῖς ἕλκουσι προσήκειν· ὡς μὴ τοῦτο
ποιήσας οὐ λύσιν τῶν φόβωι, ἀλλ’ ἀναβολὰς εἰργάσω, τοῦτο
δέ ἐστιν ὁ Τάνταλος δεδοικὼς τὸν λίθον.

Related Letters