Letter 810: I thought I had been cleared of every charge after that letter, and that your feelings toward me had returned to...

LibaniusThemistios|c. 391 AD|Libanius
friendshiptravel mobility

Θεμιστίῳ. (363)

Ὤιμην ἀφεῖσθαι πάσης αἰτίας μετ’ ἐκείνην τὴν ἐπιστο-
Λὴν καὶ γνώμην εἶναι σοὶ πρὸς ἐμὲ τὴν πρὸ τῶν ἐγκλημάτων.
σὺ δ’ ἄρα ἐχθρόν τέ με ἡγοῦ καὶ δίκην ἐπιθήσειν ἔμελλες.

καίτοι ὅ γε θαυμαστὸς Ἁρποκρατίων μένειν ἔφασκε τὴν
παλαιὰν φιλίαν θαρρεῖν τε ἐκέλευεν ὡς σοῦ γε οὐ μεταβεβλη-
μένου. ἐξηπατώμεθα δέ, ὡς ἔοικεν, ἐγώ τε κἀκεῖνος οὐ μι-
κρόν τινα χρόνον, καὶ ἴσως ἐκέρδαινον ἀπατώμενος, εἰ τὸ μὴ
λυπεῖσθαι κέρδος ἦν.

ὡς δὲ ἦλθεν ὁ λόγος καὶ διεδόθη

μετὰ τῶν γραμμάτων καὶ ἤκουον τοῦ δεῖνος ἐμοὶ πέπομφε
βιβλίον Θεμίστιος λέγοντος καὶ τοὐ ταὺτὸ κοὶ τρί-
του καὶ τετάρτου καὶ μόνος ἦν Ἀργείων ἀγέραστος, τοτ’
ἔφην πρὸς ἐμαυτὸν ὡς οὔπω διαλλαγαί, κρατεῖ δὲ ὁ θυμὸς
ἔτι καὶ παρόν μοι λαβεῖν τὸν λόγον οὐκ ἔλαβον, ὅπως μὴ
γνοίην ἃ μὴ ἐθέλεις, καὶ ὠδυνώμην μὶν ἀπεχόμενος θοίνης
οὕτω καλῆς, ἠνειχόμην δέ, ὅπως μὴ γένηταί τι ὧν οὐκ ἐβού-
λου.

εἰ μὲν οὖν ἔτι χαλεπαίνειν οἴει δεῖν, μὴ ἐπίστελλε
μηδ’ εἰρωνεύου τῆς ὀργῆς δὲ πέπαυσαι, πρόσθες ἐπιστολῇ
τὸν λόγον. ἥδιον γὰρ ἀναγνώσομαι πέμποντος αὐτοῦ τοῦ δη-
μιουργοῦ τὸ τέχνημα.

Related Letters