Letter 814: When you had fallen into all those Abydene misfortunes, I grieved.

LibaniusParnasios|c. 391 AD|Libanius
grief deathproperty economics

Παρνασίῳ (363)

Καὶ ἡνίκα τοῖς πολλοῖς ἐκείνοις Ἀβυδηνοῖς περιεπε-
πτώκεις, ἤλγουν καὶ νῦν εἰλημμένου σου τῆς Κορίνθου καὶ
τῶν πατρῴων ἀγαθῶν χαίρω.

χαίρω δὲ καὶ τῷ χρηστῷ
Πρόκλῳ κεχωρηκότων τῶν πολλῶν κατὰ νοῦν ἐφ’ ἃ τοσαῦτα
αὐτῷ συμβεβλήμεθα ὁπόσα σύ. σύ τε γὰρ εὔχου δήπου τοῖς
θεοῖς ῥέξαντα αὐτὸν ἐπανελθεῖν ἐγώ τε ὁ παρὼν οὐ πλέο
εἶχον ποιεῖν. οὕτως οὐδὲ τὴν ἐμὴν διαφεύγει δύναμιν.

Related Letters