Letter 817: I knew both things well: that you would remember our shared request, and that you would set to work — being noble...

LibaniusAmphitera (letter incipit)|c. 392 AD|Libanius
humorimperial politics

Ἀμφότερα εὑ ᾔδειν, καὶ ὅτι μεμνήσῃ κοινῆς δεήσεως
καὶ ὅτι ἔργου ἅψῃ γενναῖός τε ὢν κοὶ ἐκ τοιούτων καὶ ὅθεν
ἥκεις ἐννοῶν. τιμῇ δὲ ἄρα τιμὴν προσέθηκας, τοῖς ἐκεῖ δι
ἡμᾶς πεπραγμένοις τὰ πρὸς ἡμᾶς ἐπεσταλμένα.

φημὶ δή
σε πολλὰ τοιαῦτα ποιήσειν τῇ τῶν ῥητόρων μαντικῇ χρώμε-
νος. αὕτη δέ ἐστιν οὐκ εἰς οἰωνοὺς ἰδεῖν ἢ ἄρνας θῦσαι ἢ
φήμαις προσσχεῖν, ἀλλὰ τὸ εἰκάζειν καλῶς ἐγγὺς αὐτοὺς Ἀμ-
φιαράου καθίστησιν.

ἐγὼ τοίνυν ἐνθυμούμενος, ὡς ἡδέως
μοι διηγοῦ περὶ τῆς εἰκόνος ἥ σε ἐδίδαξεν ὡς ὁ σὸς πρόγονος
ἄρξειεν ἡμῶν — θύειν γὰρ ἔφησθα τὸν ἄνδρα ἐκεῖνον τῇ
ἡμᾶς ἐχούσῃ Καλλιόπῃ — ἀπὸ δὴ τῶν λόγων ἐκείνων καὶ
τῆς ἡδονῆς πιστεύω σε πολλὰ μὲν ἐρεῖν, πολιὰ δὲ πράξειν τὰ
μὲν σώζοντα, τὰ δὲ αὔξοντα τὴν πόλιν.

ἔχων δὲ ἀντὶ τού-
των ἄπει τοῦτο ὃ Ῥωμαίοις ἤρκεσε, δόξαν ἀγαθήν, πολλοὺς
ἐπαίνους, τὸ τοὺς μετὰ ταῦτα ἄρχοντας εὔχεσθαι μὴ λειφθῆ-
νᾶι τῶν σῶν.

Related Letters