Letter 820: I have assisted, as far as I could, the affairs of all who shared in my teaching.

LibaniusGaianus, a lawyer|c. 392 AD|Libanius
imperial politics

Γαϊανῷ. (363)

Ἅπασι μὲν τοῖς τῶν ἐμῶν μετεσχηκόσι διατριβῶν ὅσα
οἷός τε ἦν συνεπηνώρθωσα τῶν πραγμάτων· Ἑρκουλιανὸν δὲ
τὸν Ἑρμογένους οὕτω δὴ βέλτιστον ἡγησάμην, ὥστε αὐτῷ καὶ
ᾆσμα ἐποίησα γαμοῦντι φυγὼν ἀεὶ δήποτε τὸ τὰ τοιαῦτα ᾄδειν.
πῶς οὖν ἔμελλον τὸν τοιοῦτον ἀπώσεσθαι δεόμενον βοηθεῖν
αὑτῶ, καὶ ταῦτα ἐν τούτοις, ἃ σὺ κύριος θεῖναι καλῶ,

λέγει τοίνυν οὗτος ὁ Ἑρμογένους ὑπὸ τῆς τῶν Τυρίων
ἀδικεῖσθαι πόλεως οἰκίαν αὐτὸν ἀφαιρουμένων, ἣν ὁ πατὴρ

αὐτῷ κατέλιπεν ἆθλον τῶν κινδύνων λαβὼν βασιλέως οὖ-
σαν, οὐ Τυροῦ.

κελεύει δέ, ὡς ἴσμεν, ὁ βασιλεὺς τὰς
μὲν πόλεις τὰ αὑτῶν κομίζεσθαι, τὰ δ’ ἐκείνῳ δοθέντα
μένειν. ταῦτα δέ φησιν οὐκ ἀγνοεῖν μὲν τοὺς Τυρίους,
ἐπιθέσθαι δὲ αὑτῷ συκοφαντουμένῳ πιστεύοντας οὐ τοῖς
δικαίοις, ἀλλὰ τῷ καιρῷ.

ἐγὼ δὲ πόλιν πόλιν οὕτω
οὐκ ἂν ἀξιοίην κερδαίνειν κακῶς, οὔτε γὰρ καλὸν οὔτ’ ἀσφα-
λές. ἔτι δὲ σοῦ δικαίως πρὸς αὐτοὺς προσφερομένου πῶς οὐκ
ἄτοπον μὴ νῦν, εἴπερ ποτέ, καὶ αὐτοὺς δικαιοσύνην ἀσκεῖν
καὶ τὸν ἐφεστηκότα μιμεῖσθαι;

εἰ δὲ ταῦτα μὲν ὕθλον
ἡγοῦνται, δεινὸν δέ, εἰ μὴ τῆς τοῦ νεανίσκου ταραχῆς εἰς
πλεονεξίαν ἀπολαύσουσι, παυσάσθων βιαζόμενοι· καὶ γὰρ τού·
τῳ πέπαυται τὰ φοβερὰ κρίσει καὶ ψήφῳ.

Related Letters