Letter 821: If you know Eutocius, you know he is a good man.

LibaniusLeontios (2)|c. 392 AD|Libanius
education booksfriendshipimperial politics

Λεοντίῳ. (363)

Εὐτόκιον εἰ μὲν οἶσθα, καὶ ὅτι χρηστός ἐστιν οἶσθα· εἰ
δ’ ἀγνοεῖς, ἀλλ’ ἐμοῦ μαρτυροῦντος οὕτω περὶ αὐτοῦ φρόνει.
χρηστὸν δὲ ἄνθρωπον ἄρχων δίκαιος ὡς εὖ ποιήσει δῆλον.

ἔστι δὲ αὐτῷ καὶ φιλία πρὸς ἡμᾶς οὐκ ἀπὸ σμικρῶν οὐδ’
ὀλίγων. οὐκοῦν αὕτη σοι δευτέρα τοῦ τὸν Εὐτόκιον εὖ ποιεῖν
ἀνάγκη, ἐπεὶ καὶ τοῖν νέοιν τὸν μὲν ἡμῖν ἀπέπεμψας ῥήτορα,
τὸν δὲ ἔχεις καὶ αὐτὸν ἔμπειρον καταστήσας δικῶν.

Related Letters