Letter 825: What is this? You have sent us money — performing a service for us who perform none for you — as though you had not...

LibaniusAlbanios|c. 392 AD|Libanius
property economics

Ἀλβανίῳ. (363)

Τί τοῦτο; χρήματα ἡμῖν ἔπεμψας οὐ λειτουργοῦσι λει-
τουργῶν αὐτός, ὥσπερ οὐ πολλὰ μὲν τετελεκὼς ἔτι ζῶντος τοῦ

πατρός, οὐκ ὀλίγα δὲ μεθεστηκότος ἤδη, ξενίσας δὲ ἡμᾶς ἄνω
καὶ κάτω θέοντας οὺκ εἴκοσιν ἡμέρας ὥσπερ Οὶνεὺς Βελλε-
ροφόντην, ἀλλὰ νῦν μὶν μῆνα ὅλον, νῦν δὲ τρεῖς· ὑπὲρ ὧν
καὶ μάλα σοι εἰκότως ἄν ὑπῆρχε προῖκα τῶν ἐμῶν λαμβά-
νειν.

πρὸς τί δὴ βλέπων ἐπέσταλκας; εἴτε γὰρ ὅτι λέγων
κρατεῖς, ἐγώ σοι τούτου μισθὸν ὀφείλω, εἴθ᾿ ὅτι σου Μάξι-
μος ὁ δίκαιος ὑπερέσχε χεῖπα, Μαξίμῳ μὶν ἐγὼ πάλιν ὀφείλω
μισθόν, σὺ δὲ οὐδ’ οὕτως ἐμοὶ τὰ ὀφειλόμενά σοι κεκομι-
σμένος οἶσθα δέ, ὅστις ἐμοὶ πρὸς τοὺς ἑταίρους ὁ νόμος· τὰ
πατέρων εἰς αὐτοὺς μιμεῖσθαι.

σοφὸν δέ σου τὸ μὴ ἐγ-
γράψαι τῇ ἐπιστολῇ τὰ χρήματα εὖ γὰρ ᾔδεις ὅτι βοήσομαι
καὶ διώσομαι. νῦν δ’ ὁ συνεργὸς τοῦ μηχανήματος Οὐλπια-
νὸς τὰ μὲν ἔδωκε τοῖς ἐμοῖς πρὶν ὡς ἐμὲ εἰσελθεὶν, τὰ γράμ-
μάτα δὲ ἐμοί· εἶθ᾿ ὁ μὲν διηγησάμενος, ἐν οἷς εἴης
δὲ ἦν λαμπρὰ καὶ ἄξια τῶν ἐλπίδων,’ ἐγὼ δὲ
ἅμα τῷ βιβλίῳ πανταχῆ τῆς οἰκίας ἰὼν εὑρίσκω τὴν τέχνην
καὶ διενοήθην μὲν ἀποπέμψαι πάλιν, γνοὺς δὲ ὅτι σε ἀνιάσω
καὶ δείσας μὴ ἀγροικότερον ᾖ, τὰ μὲν εἴασα κεῖσθαι, βουλεύ-
ομαι δέ, ὅπως ἂν ἡ ἀπόδοσις γένοιτο τερπνή τε καὶ ἐν καλῷ
τῷ σχήματι καὶ δυναμένη λαθεῖν, ὡς ἔστιν ἀπόδοσις.

Related Letters