Letter 827: My dearest Julianus ought to be returning home for other reasons — to see his mother and to bring her the sweetest...

LibaniusEntrechios|c. 393 AD|Libanius
friendshipgrief deathwomen

Ἐντρεχίῳ. (363)

Ἐπ’ ἄλλοις ἐχρῆν ἐπανιέναι τὸν φίλτατόν μοι Ἰουλιανὸν
ὀψόμενόν τε τὴν μητέρα καὶ ποιήσοντα αὐτῇ γῆρας ἥδιστον
τῇ τοῦ παιδὸς ἀρετῇ.

νῦν δὲ ἔρχεται δάκρυά τε ἐπαφήσων
τῷ τάφῳ καὶ διπλῇ τὴν τεκοῦσαν πενθήσων, ὅτι τε ἀπῆλθε
καὶ ὅτι οὕτως. καὶ τρίτον κακὸν τὸ ἠναγκάσθαι αὐτὸν πρὸς
οὓς ἥκιστα ἐβούλετο περὶ τοιούτων ἀγωνίζεσθαι, ἐν ᾧ πᾶσα
ἀνάγκη καὶ παλαιάν τινα τραγῳδίαν ἀποκαλυφθῆναι.

πρὸς
δὴ ταῦτα πάντα παραμυθία μία, ἡ σὴ γνώμη τε καὶ ἀρχὴ
καὶ φιλία. δι’ ἃ πάντα θαρρεῖν αὐτῷ παρεκελευσάμην ὡς οὐ
μόνον τῆς μητρός, ἀλλὰ καὶ τοῦ πατρὸς περιόντος

τὰ
μὲν γὰρ περὶ τὸν φόνον κρινεῖς, ᾗ ἄν ὁ ἔλεγχος ἄγῃ· ἐπειδὰν
δὲ ταῦτα πέρας ἔχῃ, ποίει μοι μέγαν τὸν Ἰουλιανὸν ἱν τι τῇ
πόλει καὶ τῷ ἔθνει καὶ μιμοῦ τὴν τῆς Ἀθηνᾶς εὶς τὸν Ὀδυσ-
σέα πρόνοιαν. πάντως δὲ οὐκ αἰσχυνῇ νεανίσκοι ὗς ἄμ·
εἰσάγων νοῦν τε ἔχοντα καὶ σώφρονα καὶ δεινὸν εὶπεῖν κοὶ

οἷον Μευ· ἄν τις αὑτῷ γενέσθαι παῖδα.

λέγω δὲ ταῦτα
οὐχ ἡγούμενος σὲ δεῖσθαι παρακλήσεως, ὅς γε καὶ ἀπόντος
αὐτοῦ τὸν οἶκον συνέχεις ἀλλ’ οὐκ ἂν δυναίμην Ἰουλιανοῦ
μεμνημένος ἢ μικρὰ εἰπεῖν ἢ ταχέως σιγῆσαι μεγάλα αὐτῷ
καὶ πολλὰ συνειδώς· δι’ ὃ καὶ κορυφαῖον οὐκ ἂν ὀκνήσαιμι
τοῦ παρ’ ἡμῖν προσειπεῖν χοροῦ.

μὴ τοίνυν εἰ μηκύνοιμι,
θαύμαζε. κἂν πυκνά σοι γράμματα ἔρχηται, καὶ τούτου συγ-
γνώμην δίδου. περὶ μὲν γὰρ τῆς παρὰ σοῦ βοηθείας
μαντευσαίμην. τὸ δὲ ἄγαν φιλεῖν οὐκ ἐᾷ με μὴ φροντίζειν.

εἰ οὖν σοι μέλει τοῦ ὡς ἥδιστά με διάγειν, ἐπὶ τοῖς πρώ-
τοις εὐθὺς ἐπίστελλε, καὶ πάλιν ἐπὶ τοῖς δευτέροις. καὶ προσ-
έστω τῶν πραττομένων ἑκάστῳ γράμμα μηνῦον τὰς βοηθείας,
ὥστε τὸν μὲν ἐκεῖ μακαρίζεσθαι, κοινωνεῖν δὲ καὶ ἐμὲ τῆς εὐ-
θυμίας.

Related Letters