Letter 828: I consider that day the beginning of our friendship — the day I invited you to a modest dinner, and you thought even...

LibaniusMemorios|c. 393 AD|Libanius
friendship

Μεμορίῳ. (363)

Ἐγὼ φιλίας ἀρχὴν ἡμῖν τὴν ἡμέραν ἐκείνην γεγενῆσθαι
νομίζω, ἐν ᾗ σε ἐκάλουν ἐπὶ φαύλην θοίνην, σοὶ δὲ ἐδόκει
καὶ τὰ μικρὰ μεγάλα καὶ ἀπῄεις ἡδίων γενόμενος.

πράττω
δὴ τὸ τῇ φιλίᾳ πρέπον καὶ ἐπιστέλλω πιστεύων ὅτι με μιμού-
μενος ἀντεπιστελεῖς. παρ’ οὗ δὲ λήψῃ τὰ γράμματα, τῶι

ἡμῖν ἐστιν ὡμιληκότων μετὰ κόσμου τι καἰ προθυμίας. ᾧ
κεχάρισμαι τὸ ἐντυχεὶν σοι, σὺ δὲ ἐμοὶ χαριῇ τὸ τοῦτον ἡμέ-
ρως ἰδεῖν.

Related Letters