Letter 180: What have you done? You who committed only one fault -- but the one fault you should never have committed, even if...
Τῷ αὐτῷ. (360)
Οἶον ἔδρασας ὁ τοῦτο μόνον ἁμαρτών, ὃ μόνον οὐκ
ἐχρῆν ἁμαρτεῖν, εἰ καὶ τὰ ἄλλα ἠδίκεις· Βηρῖνος παρῶπται
καὶ καταπεφρόνηται, Βηρῖνος ὁ πάντων ἐμοὶ φίλτατος, φαίην
δ’ ἄν, ὅτι καὶ σοὶ φίλτατος, εἴπερ ἐμοί.
καίτοι πάντα ὑπ-
ισχνοῦ ποιήσειν καὶ θαρρεῖν ἐκέλευες καὶ δεομένων πολλάκις
ὕβριν τὸ πρᾶγμα ἐκάλεις· ἔσεσθαι γὰρ τῶν περὶ Φοινίκην σοι
προοίμιον τὴν πρὸς τοῦτον χάριν.
ἀλλὰ σὺ περὶ μὲν τοὺς
ἄλλους χρηστός, καὶ οὐκ ἐγκαλῶ, δεῖ γὰρ τῷ δύνασθαι πρὸς
τὸ εὖ ποιεῖν καταχρῆσθαι, πρὸς δέ γε τὸν ἐμὸν συμφοιτητήν,
ᾧ πλοῦτος πολὺς ὢν καὶ δίκαιος οὐκ ἠβουλήθη παραμεῖναι,
τοιοῦτος γὰρ ἐκεῖνος, εἰ δὲ βούλει, τοιαύτῃ τῇ γνώμῃ ἡ τοῦ
πλούτου κυρία περιέρχεται καθάπερ ὄρνις ἀπὸ δένδρου πρὸς
δένδρον μεταχωρῶν — περὶ δὴ τοῦτον τὸν ἄνδρα Ἀνδρόνικος
ὡς μὲν οὐκ ἐγένετο πρόθυμος, οὐκ ἂν βουλοίμην εἰπεῖν· ὡς
δὲ ἐγένετο πρόθυμος, οὐκ ἂν εἰπεῖν ἔχοιμι. τοσοῦτόν γε μὴν
ἔξεστιν εἰπεῖν, ὅτι ἱστᾶι πρόθυμος.
οὐ γὰρ δὴ τὴν πρᾶξιν
οἴχεται ἀποφέρων ὁ χρόνος, ἀλλ’, ἢν ἐθέλῃς, ἔστι δοῦναι τὴν
χάριν, εἰ καὶ βραδέως. ἄμεινον δὲ οἴμαι δοῦναι βραδέως ἢ
Ἄι δοῦναι τὴν χάριν.
Related Letters
No doubt you and your friends often discuss Phoenicia -- one praising the nature of its soil, another the tempering...
You could easily obtain a favor from Cyrillus, both as his friend and as the governor of Tyre.
The soldiers serving under Modestus have done me many favors.
I have several things to lay before you, and I hope you will forgive the length of this letter -- it is the price of...
You need a plan to deal with the scheming of your uncle -- let him keep the title "uncle" in my letters too, so...