Letter 189: You are still writing letters, when we expected to see you in person!

LibaniusNicentius|c. 332 AD|Libanius
illness

Νικεντίῳ. (360)

Ἔτ' ἐπιστέλλεις, ἡμεῖς δέ σε ὄψεσθαι προσεδοκῶμεν.
πάλαι μὲν γὰρ ἠκούομεν, ὡς κέκλησαί τε καὶ βαδίζεις, ἀλλά
μοι δοκεῖς κεκλῆσθαι μέν, ἑλέσθαι δὲ καθῆσθαι τοῦ Νείλου
σε πεπεικότος ὅτι βέλτιον ἐν Αἰγύπτῳ τρυφᾶν ἢ ἑτέρωθι πο-
νεῖν, ὅπως ἄλλοις ἐξείη τρυφᾶν.

ὡς μὲν οὖν οὐκ εἰς τέλος
διαφεύξῃ τοὺς πόνους, ἀλλ’ ὄψομαί σε πάλιν ἐν φροντίσιν ἇί
τῶν ἀρχόντων εἰσίν, οἶδα, μεμνημένος δὲ ἡμῶν τοῦτο ποιεῖς,
ὃ καὶ ἡμεῖς, ἐπεὶ καὶ ἡμεῖς σε περιφέρομεν ἐν τῇ ψυχῇ.

καί-
τοι γενναῖος μὲν ὁ τὴν σὴν προστασίαν διαδεξάμενος, οὐχ
ἦττον δὲ ἀγαθὸς ὁ τὴν ἐκείνου ἀλλ’ ὅμως καὶ πρὸς αὐτοὺς
ἐκείνους ἐπαινοῦμεν τὰ σὰ καὶ οὐ λυποῦμεν.

Related Letters