Letter 193: Here is another matter that needs correction.

LibaniusModestus|c. 332 AD|Libanius
friendship

Τῷ αὐτῷ. (360)

Ἄκουε δὴ καὶ ἕτερον ἐπανορθώσεως χρῇζον. Ἀστερίῳ
παρ’ ἡμῖν οὐδεὶς ὅμοιος, οἶμαι δέ, οὐδὲ ἄλλοθι· τοσαύτην
ἴσχεν ἁνὴρ ἐπιμέλειαν ἀρετῆς οὐ τοῦ γήρως αὐτῷ σβέσαντος
τὰς ἀτόπους ἡδονάς, τῆς φύσεως δὲ ἐκ παιδὸς ἐπὶ τὸ σῶφρον
ἀγούσης, ὅθεν ἐν αἰδοῖ παρὰ τοῖς πολίταις, οὐ μᾶλλον ὧν ἐστι
πρεσβύτερος ἢ ὧν ἦν τότε νεώτερος. ἐμοὶ δὲ δόξα παρίστα-
ται ζῆν μοι τὸν θεῖον, ὅταν ἐντύχω τε τῷ πρεσβύτῃ καὶ κατα-
στῶμεν εἰς λόγους.

ὅτε οὖν αὐτὸν ἐνέβαλλες εἰς καπνόν τε
καὶ κτύπους χαλκέων, πράγματα ὧν ἀφειστήκει πλέον ἢ καμί-

νῶν οἱ κύκνοι, λίαν ἠχθέσθην καὶ γράφειν ἕτοιμος ἦν. ἔπει-
τα ἐδεήθην αὐτοῦ μικρὸν ὑπομεῖναι χρόνον καὶ δοῦναι χάριν
αὑτῷ τὸ σοὶ χαρίσασθαι πόνους, ὧν ἦν ἀήθης, φάσκων
τίκα ἥξειν τὴν λύσιν.

ἐπεὶ δὲ τὸ μὲν ἐκτείνεται, ταραχὴ δὲ
ἐν τοῖς ἐργαζομένοις, ὁ δὲ ἡσυχίας ἐρᾷ, δι’ ἣν ἀρχὰς αὑτῷ
πρὸς τὰς χεῖρας ἰούσας ἀπεώσατο, δεῖ δὲ τοὺς χρηστοὺς ἐν τῇ
σῇ δυνάμει χαίρειν, Ἀστέριος δὲ φεύγει ταῦτα ἃ διώκουσιν
ἄλλοι καὶ δὴ καὶ τῆς οἰκείας ἡδέως ἂν ἐκπέσοι μὴ μέλλων οἴ-
κοι ζῆν κατὰ τὸν αὑτοῦ τρόπον, δέομαι σοῦ τὸν μὲν ἐπαινέσαι
τοῦ τε τὰ αὑτοῦ πράττειν ἐθέλειν καὶ ὧν ὑπηρέτηκεν, ἐπ’ ἄλ-
λον δὲ ἀγαγεῖν τοὐπίταγμα, πολλοὶ δὲ ὧν ἄρχεις.

Ἀστέ-
ριος δὲ καὶ τούτων ἀφειμένος τῶν ἔργων οὐκ ἀργὸς καθεδεῖ-
ται, τὰ γὰρ σὰ θαυμάζειν ἔργον αὐτῷ.

Related Letters