Letter 201: So at last you write -- though it took some prompting.
Μοδέστῳ. (360)
Συνήσθην Γεωργίῳ συναχθομένῳ τοῖς ἠτυχηκόσιν Ἀλε-
ξανδρέων, συνήσθην δὲ καὶ σοὶ δεξαμένῳ λόγους ὑπὲρ τῶνδε
παρ’ ἐκείνου τοῦ πρότερον πολεμοῦντος ἐκείνοις.
τί δὴ λοι-
πόν; σαυτῶ τε κἀκείνῳ καὶ ἡμῖν καὶ τοῖς Αἰγυπτίων χαρί-
σασθαι δαίμοσιν. ἥξει μὲν γὰρ αὐτίκα τὸ χρυσίον, τὸ δ’ αὖ-
θις αὐτὸ γενέσθαι τῶν δεδωκότων, ἀλλὰ μὴ μεῖναι τὴν ζη-
μίαν ἐν σοί τε καὶ τῇ σῇ γνώμῃ καὶ τῇ σῇ χειρί. ἢν γὰρ μὴ
ρπς΄
βουληθῇς ἐπειχθῆναι μηδ’ ἐκεῖσε πέμψῃς, ὅθεν οὐκ ἂν ἐξίοι,
λείπεταί τις ἐλπὶς ἀμείνων.
ἄγε οὖν ὅπως ἀγωνιῇ λαμπρῶς
διὰ τέλους καὶ δείξεις συνᾷδον τῷ προοιμίῳ τὸ πέρας.
Related Letters
The pleasure I would have felt if you were governing Syria, I feel now that you are governing cities I hold equal to...
I send you these small tokens not because they match the scale of my affection -- nothing could -- but because they...
I write to you in good health, though "good" is a relative term at my age and in these times.
You do not give me a chance to ask for anything -- you who send everything before being asked.
You will notice that my letters grow longer as your term in office continues.