Letter 202: I received your letter with the same pleasure I always feel when something of yours arrives.

LibaniusHyperechius|c. 333 AD|Libanius
education books

τῷ αὐτῷ. (360)

Ζηνᾶν καὶ ὡς ῥήτορα δεξιὸν καὶ ὡς ἄνδρα ἀγαθὸν φι-
λοῦμεν, ὀφείλομεν δέ τινας αὐτῷ καὶ χάριτας ἀντὶ τῶν πό-
νων, οὓς ὑπὲρ ἡμῶν ὑπέμεινεν ἀδελφὸς ὁ τοῦδε, ὅτε με Λι-
μένιος ἀποκτεῖναι δεῖν ᾤετο φέρων ἑτέρῳ χάριν. ὁ δὲ ἔστη
μετ’ ἐμοῦ πρὸς ἄρχοντος ὀργήν.

ἔδει μὲν οὖν ζῆν τὸν χρὴ.
στὸν Παιόνιον καὶ κομίζεσθαι τὰς ἀμοιβάς· ἐπεὶ δὲ ἀπῆλθεν,
οὗτος τῶν ἐκείνου γίγνεται κληρονόμος, ὃν δαίμων τις, οὐκ
οἶδα ἀνθ’ ὅτου, φέρων ἐνέβαλεν εἰς πρᾶγμα μιαρόν, ὅθεν αὐ-
τῷ ζημίαι μικρὸν ἀποφαίνουσαι τὴν ὕδραν. ἀεὶ γάρ τις ἐπὶ
συκοφάντῃ συκοφάντης. ὁ δὲ ἀπέτισεν ὁπόσα ἂν καὶ τὸν Μί-
δοῦ πλοῦτον ἐξήλεγξε.

παραμύθησαι δὴ κεκακωμένον ἄνδρα
καθάπερ πόλιν μακρᾷ πολιορκίᾳ πεπονηκυῖαν. οὔτε γὰρ ἐμοὶ
μὴ τούτῳ βοηθεῖν εὐσεβὲς σοί τε ἡμῖν τι ποιεῖν τῶν κατὰ
νοῦν ἐν μελέτῃ.

Related Letters