Letter 206: I know you are overwhelmed with business -- the kind that admits no postponement and offers no rest.
Εὐφημίῳ (358)
Τί τοῦτο νομίσαι χρή; πότερον ἀλογίαν ἢ δυστυχίαν ἢ
πέρας αἰνίγματος; Ἀντωνῖνος ἐκεῖνος ὁ τῶν πατρῴων τοῖς ὡς
εὐπορεῖ λέγουσιν ἀποστάς, μᾶλλον δὲ τοῦ μηδενὸς αὐτοῖς ἀπο-
στάς, οὐ γὰρ ἦν οὐδέν, αὖθις ἠνάγκασται σιτηγεῖν. καὶ
σὺ ταῦτα γράψαι ὑπέμεινας οὐκ ἐνθυμηθεὶς ὅτι τοῖς σαυτοῦ
μάχῃ;
τοιγαροῦν ὁ μὲν φεύγει τοῦ τὴν μητέρα ὁρᾶν ἐστε-
ρημένος, τουτὶ γὰρ ἦν αὐτῷ πλέον οἴκοι μόνον, ὡς τά γε ἄλλα
οὐδὲν ἀμείνων ἡ πατρὶς τῆς ἀλλοτρίας, Οἰδίπουν δὲ περιιόν
τες ζητοῦμεν, ὅστις ἡμᾶς τῆς ἀπορίας ἀπαλλάξει.
ἀλλὰ γὰρ
οὐδὲν Οἰδίπου δεῖ τοῖς παροῦσιν οὐδέ γε Τειρεσίου. ἀλλ’ ἡμάρ-
τομεν ἡμεῖς, ἡμάρτομεν οὐ δεηθέντες τοῦ τὰ τοιαῦτα στρέφον-
τος, ὃς τὸν μὲν ἔλυσε, τὸν δὲ ἐνέδησε. τοῦ γὰρ κράτος ἐστὶ
μέγιστον. ἀλλ᾿ ἐπεὶ ἀασάμην, ἄνθρωπον ἱκε-
τεύω διὰ σοῦ.
καίτοι τοῦτο μεῖζον ἢ ὁ τότε πορευόμενος
Αἴας ἐπὶ τὰς διαλλαγάς. ἀλλ’ εἰξάτω καὶ μὴ φιλονεικείτω. πάν-
τως, κἂν μὴ τοῦτο τοῖς αὑτοῦ φίλοις ὑπουργήσῃ, πολλαχόθεν
ἄλλοθεν χαριεῖται· πάρεστι γάρ.
Related Letters
Don't worry -- you won't be deceived, and Eupeithius won't turn out to be a villain.
My companions -- your rhetors -- the men I gave to you and you admired -- these very men who carry this letter are...
Domnus -- the man whose penalty you deferred by advising him to appeal to the emperor's mercy for relief -- has done...
I commend your war on thieves.
You have long known how much I care about Dulcitius.