Letter 229: You hardly seem to be away from us at all.
Ἀπολιναρίῳ καὶ Γεμέλλῳ. (360?)
Οὐ μάλα ἡμῶν ἐοίκατε ἀπεῖναι, τὸ γὰρ οὕτω τεχνικῶς
ἐπιστέλλειν οὐ πάντως ἐστὶν ἀπόντων, ἀλλ’, ὡς ἐμὲ λέγειν,
συνόντων. ὥστ’ ἔγωγε ἡσθείς, ὅτι ἐγράψατε, πλέον ἥσθην, ὅτι
οὕτως ἔχετε γράφειν.
τὸν εὐνοῦχον δὲ παρ’ ὑμῶν ἥκειν
ἡγούμενος, ὃς ἐδίδου τὴν ἐπιστολήν, ἐπειδὴ ἔφασκε τῇδε με-
μενηκέναι, πονηρὸν ἐκάλουν. εἶτ’ εὐθὺς τὸν μὲν ἀπέλυον αἰ-
τίας, ὑμῖν δὲ ἐνεκάλουν γνοὺς ὑφ’ ὑμῶν αὐτὸν ἀμεληθέντα
μεῖναι.
καίτοι τοῦ δόξαν ὑμᾶς κτήσασθαι καλὴν μετά γε
τὰς φύσεις οὗτος αἴτιος ἀντὶ κυνὸς ἐπὶ τοὺς οὐκ ἀγαθοὺς ἀρ-
κῶν. ὑμεῖς δὲ τὸν ἄνθρωπον ἐκκαρπωσάμενοι τοῦ καιροῦ τῶν
ἀμοιβῶν ἥκοντος ἀπερρίψατε.
ἀλλ’, ὦ παῖδες, ἐμοὶ θερα-
πεύσατε τὸν παιδαγωγὸν ἢ καλέσαντες εἰς Κιλικίαν ἤ τι πέμ-
ψαντες τῶν ἐκεῖθεν. πειθέτω δὲ ὑμᾶς χρημάτων καταφρονεῖν
ἄνευ τῶν ὑπ’ ἐμοῦ πολλάκις εἰρημένων ὁ τὰ γράμματα φέρων,
ὃς ὑπὸ μὲν τοῦ σχήματος εἰς στρατιώτας, ὑπὸ δὲ τῶν ἔργων
εἰς φιλοσόφους ἐγγέγραπται τὸν Σωκράτην ἐν μέσοις μιμησά-
μενος κέρδεσιν, ὁ καλὸς Ἀμμιανός.
Related Letters
I see no need for a preamble when asking a favor from a friend.
If you have ever wondered what kind of man Callimachus is, you will find out from this visit.
I know you are overwhelmed with business -- the kind that admits no postponement and offers no rest.
Many people write to governors on behalf of friends, and most of those letters say the same thing: "This man is...
Save those long and elaborate defenses for those who want to bring charges.