Letter 234: I was just praising your character -- we happened to be discussing the virtues of governors, and naturally you took...

LibaniusItalicianus|c. 336 AD|Libanius
education booksimperial politicsmonasticism

Ἰταλικιανῷ. (360?)

Ἐπαινοῦντί μοι τὴν σὴν φύσιν, καὶ γὰρ ἐτύγχανεν ἡμῖν
λόγος τις ὢν ὑπὲρ ἀρχόντων ἀρετῆς καὶ ἦν δήπου σὰ τὰ νι-
κητήρια, — τοιαῦτα δὴ ἡμῶν διαλεγομένων καὶ ψηφιζομένων 15
ἐνέθηκε τῇ χειρὶ τὴν ἐπιστολὴν βέλτιστος βελτίστου πατρός, εἶ-
πεν ἂν Πλατῶν, Ὀλύμπιος Πομπηιανοῦ. καὶ ἅμα τε ἀνεγί-

νωσκον καὶ μετὰ τῶν ἄλλων ἐπήδων· οὕτως ὅ τε νοῦς ἐφαί-
νετο θαυμαστὸς τά τε ὀνόματα τῶν φρενῶν οὐ χείρω.

σὺ
δὲ ἔργῳ μεθ’ ἡμῶν ὢν τοῖς Ἰταλοῖς σαυτὸν δίδως, ἀλλ’ ἥ γε
ἐπιστολὴ κωλύει νόμων ὑομένη τῶν Ἀττικῶν. ὅπως οὖν τοῦ
λοιποῦ κοινωνὸς ἡμῖν εἶναι λέγῃς, ὥσπερ εἶ. τουτὶ μὲν οὖν
ποιήσεις ἢ γραψόμεθά σε παρὰ ταῖς Μούσαις λειποταξίου.

τῶν δ’ οὖν γραμμάτων ὡς ἄδην εἴχομεν, βλέψαντες εἰς ἀλ-
λήλους τουτονὶ δέ, ἔφαμεν, νῦν τὰ αὑτοῦ διοικεῖν ἀντὶ
τῶν κοινῶν ἐχρῆν; οὐχ ὡς σοῦ χρῄζοντος ἀρχῆς, ἀλλ’ ὡς
τῶν πραγμάτων, ὅτι μὴ ἄρχεις, ἠδικημένων.

εἶθ’ ὁ μὲν ἐμέ-
μνητο τῆς τῶν νόμων φυλακῆς, ὁ δὲ τῆς συνεχείας τῶν πό-
νων, ὁ δὲ τοῦ περὶ τὰς διαγνώσεις τάχους, ὁ δὲ τοῦ μὴ χρη-
μάτων ἐρᾶν, τῷ δὲ ἐδόκει καλὸν τὸ χάριν δοῦναι εἰδέναι, καὶ
δοῦναι μὲν ἣν δεῖ, μὴ δοῦναι δὲ ἣν μὴ δεῖ.

ἐμοὶ δὲ τῶν
σῶν μικρὸν μὲν οὐδὲν ἐφαίνετο, πάμμεγα δὲ τὸ μὴ τῇ φθορᾷ
τῶν πόλεων θεραπεῦσαι τοὺς δυνατούς. ἦν μὲν γὰρ δῆλον ὡς
ὀργαὶ καὶ κίνδυνοι καὶ βέλη, σοὶ δὲ οὐδὲν τοῦ ποιῆσαί τι τῶν
αἰσχρῶν φοβερώτερον.

ἡδέως δ’ ἂν αὐτῶν ἐπυθόμην τί

μαθόντες σοὶ μὲν ἐνεκάλουν, ἡμᾶς δὲ ἐκόλασαν, καὶ σοὶ μὲν
ἔδοσαν ὃ κἂν ἐπρίω, παρ’ ἡμῶν δὲ ἔλαβον δίκην. ἀλλ’ ἐκείνοις
μὲν οὐκ ἂν εἴη λόγος εὐσχήμων, περὶ δὲ σοῦ παρ’ ἡμῖν τοιΜυ
τοι λόγοι.

καὶ τὸ μὴ ἔχειν ἔτι τῷ λέγειν ἅ ποτε εἴχομεν
παραμυθούμεθΑ καὶ σὺ δέ, ὡς ἔνι, παραμυθοῦ γράφων τε καὶ
γράφειν παρακαλῶν. ἔστω δὴ παρὰ σοῦ τοῦτο πολύ, πάντως
δὲ καὶ οὓς κινεῖς οὐ σιγᾶν ἐπιθυμοῦντας ἐγείρεις.

Related Letters