Letter 236: If I were able to share in the journey and the other exertions with Eustochius, you would certainly have me in...
Κλεάρχῳ. (360?)
Εἰ μὲν οἷός τε ἦν καὶ τῆς ὁδοῦ καὶ τῆς ἄλλης σπουδῆς
Εὐστοχίῳ κοινωνῆσαι, πάντως ἄν με εἶχες ἀντὶ τῶν ἐμῶν γραμ-
μάτων· ἐπεὶ δὲ οὐκ ἔστι μοι κινεῖσθαι, δι’ ὃ δέ, ἐπίστασαι,
δέομαί σου γενέσθαι τοιοῦτον εἰς τοῦτον, οἷος ἂν ἐγένου παρ-
όντος ἐμοῦ.
νόμιζε δὲ μὴ μόνον ἐμοὶ δώσειν χάριν, ἀλλὰ
καὶ αὐτὸς κτήσεσθαι φίλον. ὃν καὶ ἐγὼ κτησάμενος συνήσθην
ἐμαυτῷ οὐ μόνον τῶν τε λόγων εἵ εκα καὶ τῶν νόμων, ἐν οἷς
ἀμφοτέροις οὐδενὸς ἁνὴρ ὕστερος, ἀλλ’ ὅτι καὶ τῶν ὄντων χα-
λεπῶν οὐδὲν οὕτω χαλεπὸν ὡς μὴ τῷδε φανῆναι ῥᾷστον ἐπι-
τάττοντος φίλου, μᾶλλον δέ, κἂν ὁ φίλος χρῄζῃ μέν, ὀκνῇ δὲ
ἐπιτάττειν, αὐτὸς αὑτὸν δίδωσι τοῖς ἔργοις.
καὶ εἰ μὲν ἀπ’
ἄλλης ἀφῖκτο νῦν ὡς ὑμᾶς, ἄθλους ἂν ἴδει σοι διηγεῖσθαι
προτέρους, νῦν δ’ αὐτὸ δι’ ὅπερ ἥκει καὶ πρὸς ὃ δεῖ σε βοη-
θεῖν ἔστω σοι δεῖγμα τῶν τρόπων.
μὴ θαυμάσῃς δὲ εἰ
πολλοὶ μὲν ἐκεῖ μοι φίλοι, σοὶ δὲ ἐπέσταλκα μόνῳ· τὸ πρᾶγμα
γὰρ οὐ πολλῶν συνευχομένων, ἀλλ’ ἑνὸς δεῖται πράττειν εἰδό-
5 τος.
σὺ δὲ οὗτος ὁ πράττειν εἰδώς, τῷ δὲ βούλεσθαι τὸ δύ-
νασθαι καλῶς ποιοῦν ἠκολούθηκεν ὑπάρχον μὲν καὶ πάλαι,
νῦν δὲ ηὐξημένον· εἰσὶ γάρ, εἰσὶν· οἱ μηνύοντες.
ἀπό-
πεμπε δὴ τὸν ἑταῖρον ὧν ἤκουσε παρ’ ἡμῶν ἀγγελοῦντα πλείω.
Related Letters
The very quality that makes you admirable as a governor -- your refusal to bend the law for anyone -- is the quality...
This man is the son of Olympius -- the well-educated one -- and the son himself is no ignoramus, on top of being a...
"They lie who say you are the son of Zeus" -- someone once said this to one of the Heraclidae before Troy [a Homeric...
[To Clearchus]
It seems we will always have trouble springing from Severus's character, and you will never be free of my letters on...